Hebrews 10:1-10

BGB(i) 1 Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι· 2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους; 3 Ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν· 4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. 5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει “Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, Σῶμα δὲ κατηρτίσω μοι· 6 Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας Οὐκ εὐδόκησας. 7 Τότε εἶπον ‘Ἰδοὺ ἥκω, Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, Τοῦ ποιῆσαι ὁ Θεός, τὸ θέλημά σου.’” 8 Ἀνώτερον λέγων ὅτι “Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας,” αἵτινες κατὰ νόμον προσφέρονται, 9 τότε εἴρηκεν “Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου.” ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ. 10 ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.