Acts 26:30-32

BGB(i) 30 Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συνκαθήμενοι αὐτοῖς, 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι “Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον ‹τι› πράσσει ὁ ἄνθρωπος οὗτος.” 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη “Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.”