BGB(i) 20 Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεόν, εἶπόν* τε αὐτῷ “Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·