Acts 19:1-3

BGB(i) 1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς, 2 εἶπέν τε πρὸς αὐτούς “Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες;” Οἱ δὲ πρὸς αὐτόν “Ἀλλ’ οὐδ’ εἰ Πνεῦμα Ἅγιον ἔστιν ἠκούσαμεν.” 3 Εἶπέν τε “Εἰς τί οὖν ἐβαπτίσθητε;” Οἱ δὲ εἶπαν “Εἰς τὸ Ἰωάννου βάπτισμα.”