Acts 17:18-21

BGB(i) 18 Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων* καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον “Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;” οἱ δέ· “Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι·” ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. 19 Ἐπιλαβόμενοί τε* αὐτοῦ ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες “Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι.” 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον.