2 Kings 12:15 Cross References - Brenton_Greek

15 Καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσι τὰ ἔργα, ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν.

2 Kings 22:7

7 Πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσι.

2 Chronicles 34:12

12 Καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων· καὶ ἐπʼ αὐτῶν ἐπίσκοποι, Ἰὲθ καὶ Ἀβδίας οἱ Λευῖται ἐξ υἱῶν Μεραρὶ, καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καὰθ ἐπισκοπεῖν, καὶ πᾶς Λευίτης, καὶ πᾶς συνιὼν ἐν ὀργάνοις ᾠδῶν.

Nehemiah 7:2

2 καὶ ἐνετειλάμην τῷ Ἀνανίᾳ ἀδελφῷ μου, καὶ τῷ Ἀνανίᾳ ἄρχοντι τῆς βιρὰ ἐν Ἱερουσαλὴμ, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν Θεὸν παρὰ πολλούς.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.