Luke 3:13 Cross References - SBLGNT

13 ὁ δὲ εἶπεν πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.

Matthew 7:12

12 Πάντα οὖν ὅσα ⸀ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.

Luke 19:8

8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ ⸀ἡμίσιά ⸂μου τῶν ὑπαρχόντων⸃, κύριε, ⸂τοῖς πτωχοῖς δίδωμι⸃, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.

1 Corinthians 6:10

10 οὔτε ⸂κλέπται οὔτε πλεονέκται⸃, ⸀οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν ⸀θεοῦ κληρονομήσουσιν.

Ephesians 4:28

28 ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ⸂ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν⸃, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.

Titus 2:11-12

11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ ⸀θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις12 παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,

Hebrews 12:1

1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.