Zechariah 7:12 Cross References - Brenton_Greek

12 Καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ ἐσακούειν τοῦ νόμου μου, καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος.

2 Chronicles 36:16

16 Καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐξουθενοῦντες τοὺς λόγους αὐτοῦ, καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.

Nehemiah 9:29-30

29 Καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου· καὶ οὐκ ἤκουσαν, ἀλλʼ ἐν ταῖς ἐντολαῖς σου καὶ κρίμασί σου ἡμάρτοσαν, ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα, καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν. 30 Καὶ εἵλκυσας ἐπʼ αὐτοὺς ἔτη πολλὰ, καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου, καὶ οὐκ ἠνωτίσαντο, καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς.

Job 9:4

4 Σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;

Psalms 50:17

17 Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.

Isaiah 6:10

10 Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.

Isaiah 48:4

4 Γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.

Jeremiah 5:3

3 Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.

Jeremiah 17:1

1

Jeremiah 26:19

19 Μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Ἐζεκίας καὶ πᾶς Ἰούδα; οὐχ ὅτι ἐφοβήθησαν τὸν Κύριον, καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐπʼ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν.

Ezekiel 2:4

4 Καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος,

Ezekiel 3:7-9

7 Ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι. 8 Καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νῖκός σου κατισχύσω κατέναντι τοῦ νίκους αὐτῶν. 9 Καὶ ἔσται διαπαντὸς κραταιότερον πέτρας· μὴ φοβηθῇς ἀπʼ αὐτῶν, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί.

Ezekiel 11:19

19 Καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς, καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην·

Ezekiel 36:26

26 Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην.

Daniel 9:11-12

11 Καὶ πᾶς Ἰσραὴλ παρέβησαν τὸν νόμον σου, καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου· καὶ ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ κατάρα, καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν νόμῳ Μωυσέως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ. 12 Καὶ ἔστησε τοὺς λόγους αὐτοῦ οὓς ἐλάλησεν ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, οἳ ἔκρινον ἡμᾶς, ἐπαγαγεῖν ἐφʼ ἡμᾶς κακὰ μεγάλα, οἷα οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, κατὰ τὰ γενόμενα ἐν Ἱερουσαλὴμ,

Zechariah 7:7

7 Οὐχ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Κύριος ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη, καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις κυκλόθεν αὐτῆς, καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.