Song of Songs 8 Cross References - Brenton_Greek

1 Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός σου; εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσί μοι. 2 Παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ῥοῶν μου.
3 Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.
4 Ὥρκισα ὑμᾶς θυγατέρες Ἱερουσαλὴμ ἐν ταῖς δυνάμεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐὰν ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ.
5 Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδόν αὐτῆς; Ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε.
6 Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς.
7 Ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν· ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.
8 Ἀδελφὴ ἡμῶν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν, ἐν ἡμέρᾳ ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ; 9 Εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπʼ αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστὶ, διαγράψωμεν ἐπʼ αὐτὴν σανίδα κεδρίνην. 10 Ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην. 11 Ἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεελαμών· ἔδωκε τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν· ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου. 12 Ἀμπελών μου ἐμὸς ἐνώπιόν μου, οἱ χίλιοι Σαλωμὼν, καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.
13 Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῇ φωνῇ σου, ἀκούτισόν με·
14 Φύγε ἀδέλφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι, ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη τῶν ἀρωμάτων.

Psalms 2:12

12 Δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας· ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ.

Psalms 45:10-11

10 Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. 11 Ὅτι ἐπιθυμήσεν ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου.

Psalms 51:17

17 Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Psalms 102:16-17

16 Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. 17 Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.

Song of Songs 1:2

2 Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,

Isaiah 7:14

14 Διατοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

Isaiah 9:6

6 Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελός· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγίειαν αὐτῷ.

Isaiah 60:14

14 Καὶ πορεύσονται πρός σε δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Σιὼν ἁγίου Ἰσραήλ·

Isaiah 66:11-12

11 ἵνα θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς.
12 Ὅτι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπʼ ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθήσονται.

Haggai 2:7

7 καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν· καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ.

Zechariah 9:9

9 Χαῖρε σφόδρα θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεὺς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων, αὐτὸς πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.

Malachi 3:1

1 Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ,

Proverbs 9:2

2 Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν.

Song of Songs 3:4

4 Ὡς μικρὸν ὅτε παρῆλθον ἀπʼ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου, καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με.

Song of Songs 4:10-5:1

10 Τί ἐκαλλιώθησαν μαστοί σου ἀδελφή μου, νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου, καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα ἀρώματα;

Song of Songs 7:9

9 καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν.

Song of Songs 7:12

12 Ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησαν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.

Deuteronomy 33:27

27 Καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ, καὶ ὑπὸ ἰσχὺ βραχιόνων ἀενάων· καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν, λέγων, ἀπόλοιο.

Song of Songs 2:6

6 Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.

Isaiah 62:4-5

4 Καὶ οὐκέτι κληθήσῃ Καταλελυμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι Ἔρημος· σὺ γὰρ κληθήσεται, Θέλημα ἐμὸν, καὶ τῇ γῇ σου, Οἰκουμένη, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ, καὶ ἡ γῆ σου συνοικισθήσεται.
5 Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

Song of Songs 2:7

7 Ὥρκισα ὑμᾶς θυγατέρες Ἱερουσαλὴμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ.

Song of Songs 3:5

5 Ὥρκισα ὑμᾶς θυγατέρες Ἱερουσαλὴμ ἐν ταῖς δυνάμεσι, καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ.

2 Chronicles 32:8

8 Μετα αὐτοῦ βραχίονες σάρκινοι, μεθʼ ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν· καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα.

Psalms 63:8

8 Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.

Psalms 107:2-8

2 Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, 3 καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς· ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης.
4 Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀνύδρῳ· ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον· 5 Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπε. 6 Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτοὺς. 7 Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.
8 Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.

Song of Songs 2:3

3 Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀναμέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.

Song of Songs 3:6

6 Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡς στελέχη καπνοῦ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ;

Song of Songs 3:11

11 Θυγατέρες Σιὼν ἐξέλθατε, καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.

Song of Songs 4:8

8 Δεῦρο ἀπὸ Λιβάνου νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς Πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ἐρμὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.

Song of Songs 6:10

10 Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι;

Song of Songs 8:1

1 Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός σου; εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσί μοι.

Isaiah 26:3-4

3 ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην· ὅτι ἐπὶ σοὶ ἐλπίδι 4 ἤλπισαν Κύριε ἕως τοῦ αἰῶνος, ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος,

Isaiah 36:6

6 Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπʼ Αἴγυπτον· ὡς ἂν ἐπιστηριχθῇ ἀνὴρ ἐπʼ αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ.

Isaiah 40:3

3 Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν.

Isaiah 43:19

19 Ἰδοὺ ἐγὼ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ τῇ ἀνύδρῳ ποταμούς.

Isaiah 49:20-23

20 Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας, στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. 21 Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου, τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
22 Οὕτως λέγει Κύριος Κύριος, ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπʼ ὤμων ἀροῦσι. 23 Καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σε, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με.

Jeremiah 2:2

2 ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραὴλ, λέγει Κύριος.

Hosea 12:4

4 Καὶ ἐνίσχυσε μετὰ ἀγγέλου, καὶ ἠδυνάσθη· ἔκλαυσαν, καὶ ἐδεήθησάν μου· ἐν τῷ οἴκῳ Ὦν εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς.

Micah 3:11

11 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ ὁ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά.

Exodus 28:9-12

9 Καὶ λήψῃ τοὺς δύο λίθους, λίθους σμαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ. 10 Ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα, καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν. 11 Ἔργον λιθουργικῆς τέχνης· γλύμμα σφραγῖδος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασι τῶν υἱῶν Ἰσραήλ. 12 Καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἀναλήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον περὶ αὐτῶν.

Exodus 28:21

21 Καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δεκαδύο κατὰ τὰ ὀνόματα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δεκαδύο φυλάς.

Exodus 28:29-30

29 23 Καὶ λήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους, εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἐναντίον τοῦ Θεοῦ. 24 Καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κρωσσούς· τὰ ἁλυσιδωτὰ ἐπʼ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις. 25 Καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπʼ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον. 30 26 Καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν· καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἔναντι Κυρίου· καὶ οἴσει Ἀαρὼν τὰς κρίσεις τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τοῦ στήθους ἔναντι Κυρίου διαπαντός.

Numbers 5:14

14 καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιασμένη,

Numbers 25:11

11 Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ, ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου.

Deuteronomy 32:21

21 Αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ Θεῷ, παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπʼ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.

Psalms 42:1-2

1 Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.
Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σέ ὁ Θεός. 2 Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;

Psalms 63:1

1 Ψαλμὸς τῷ Δαυὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας.
Ὁ Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ,

Psalms 84:2

2 Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.

Psalms 120:4

4 Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.

Proverbs 6:34

34 Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως.

Proverbs 25:22

22 τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά.

Song of Songs 5:8

8 Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι.

Isaiah 49:16

16 Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντός,

Jeremiah 22:24

24 Ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε,

Haggai 2:23

23 24 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιήλ, τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει Κύριος παντοκράτωρ.

Zechariah 3:9

9 10 Διότι ὁ λίθος, ὃν ἔδωκα πρὸ προσώπου τοῦ Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν. ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ.

Proverbs 6:31

31 Ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν.

Proverbs 6:35

35 Θὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.

Isaiah 43:2

2 Καὶ ἐὰν διαβαίνῃς διʼ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.

Psalms 2:8

8 Αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.

Psalms 72:17-19

17 Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.
18 Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος, 19 καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· γένοιτο, γένοιτο.

Psalms 147:19-20

19 Ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακὼβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. 20 Οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.

Song of Songs 4:5

5 Δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις,

Song of Songs 7:3

3 Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος.

Song of Songs 8:10

10 Ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην.

Isaiah 49:6

6 Καὶ εἶπέ μοι, μέγα σοί ἐστὶ τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

Isaiah 60:1-5

1 Φωτίζου φωτίζου Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. 2 Ἰδοὺ, σκότος καλύψει γῆν, ὡς γνόφος ἐπʼ ἔθνη, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. 3 Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.
4 Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπʼ ὤμων ἀρθήσονται. 5 Τότε ὄψῃ, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν καὶ λαῶν, καὶ ἥξουσί σοι

Isaiah 60:10-11

10 Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεον ἠγάπησά σε. 11 Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους.

Ezekiel 16:7

7 πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε· σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα.

Ezekiel 16:46

46 Ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου, ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς.

Ezekiel 16:55-56

55 Καὶ ἡ ἀδελφή σου Σόδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπʼ ἀρχῆς· καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπʼ ἀρχῆς ἦτε.
56 Καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου·

Ezekiel 16:61

61 Καὶ μνησθήσῃ τὴν ὁδόν σου, καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν, καὶ οὐκ ἐκ διαθήκης σου.

Ezekiel 23:33

33 Καὶ ἐκλύσεως πλησθήσῃ, καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας,

1 Kings 6:15

15 Καὶ ᾠκοδόμησε τοὺς τοίχους τοῦ οἴκου ἔσωθεν διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἴκου καὶ ἕως τῶν τοίχων καὶ ἕως τῶν δοκῶν· ἐκοιλοστάθμησε συνεχόμενα ξύλοις ἔσωθεν· καὶ περιέσχε τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις.

Song of Songs 2:9

9 Ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ· ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν, παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων.

Isaiah 58:12

12 Καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται τὰ θεμέλια σου αἰώνια γενεῶν γενεαῖς, καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν, καὶ τοὺς τρίβους σου ἀναμέσον παύσεις.

Isaiah 60:17

17 Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκὸν, ἀντὶ δὲ λίθων, σίδηρον· καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.

Isaiah 61:4

4 Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις ἐρήμους, ἐξηρωμένας εἰς γενεάς.

Zechariah 6:12-15

12 Καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λέγει Κύριος παντοκράτωρ,
Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου, 13 καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων·
14 Ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσι, καὶ τοῖς χρησίμοις αὐτῆς, καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν, καὶ εἰς χάριτα υἱοῦ Σοφονίου, καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου. 15 Καὶ οἱ μακρὰν ἀπʼ αὐτῶν ἥξουσι, καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέ με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν.

Genesis 6:8

8 Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ.

Deuteronomy 7:7-8

7 Οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο Κύριος ὑμᾶς, καὶ ἐξελέξατο Κύριος ὑμᾶς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη. 8 Ἀλλὰ παρὰ τὸ ἀγαπᾶν Κύριον ὑμᾶς, καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν ὑμᾶς Κύριος ἐν χειρὶ κραταιᾷ, καὶ ἐλυτρώσατό σε Κύριος ἐξ οἴκου δουλείας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου.

Proverbs 3:4

4 καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.

Song of Songs 7:3-4

3 Δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος. 4 Ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου, ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ.

Song of Songs 7:7-8

7 τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. 8 Εἶπα, ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,

Isaiah 60:10

10 Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεον ἠγάπησά σε.

Genesis 20:16

16 Τῇ δὲ Σάῤῥᾳ εἶπεν, ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σου, καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον.

Ecclesiastes 2:4

4 Ἐμεγάλυνα ποίημά μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας,

Song of Songs 1:6

6 Μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν, ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.

Isaiah 5:1-7

1 Ἄσω δὴ τῷ ἠγαπημένῳ ἆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου.
Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι. 2 Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρὴχ, καὶ ὠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, καὶ ἐποίησεν ἀκάνθας. 3 Καὶ νῦν οἱ ἐνοικοῦντες ἐν Ἱερουσαλὴμ, καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοὶ καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου. 4 Τί ποιήσω ἔτι τῷ ἀμπελώνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. 5 Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. 6 Καὶ ἀνήσω τὸν ἀμπελωνά μου, καὶ οὐ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον ἄκανθαι· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. 7 Ὁ γὰρ ἀμπελῶν Κυρίου σαβαὼβ, οἶκος τοῦ Ἰσραὴλ καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.

Isaiah 7:23

23 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη, πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται, καὶ εἰς ἄκανθαν.

Proverbs 4:23

23 Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.

Judges 11:38

38 Καὶ εἶπε, πορεύου· καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας· καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.

Judges 14:11

11 Καὶ ἐγένετο ὅτε εἶδον αὐτὸν, καὶ ἔλαβον τριάκοντα κλητοὺς, καὶ ἦσαν μετʼ αὐτοῦ.

Psalms 45:14

14 ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.

Psalms 50:15

15 Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με· διάψαλμα.

Song of Songs 1:7

7 Ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπʼ ἀγέλαις ἑταίρων σου.

Song of Songs 2:13-14

13 Ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν ἔδωκαν ὀσμήν· ἀνάστα, ἐλθέ ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ,
14 Σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.

Song of Songs 3:7-11

7 Ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμὼν, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ. 8 Πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξί.
9 Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ Λιβάνου· 10 Στύλους αὐτοῦ ἐποίησεν ἀργύριον, καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον· ἐπίβασις αὐτοῦ πορφυρᾶ, ἐντὸς αὐτοῦ λιθόστρωτον, ἀγάπην ἀπὸ θυγατέρων Ἱερουσαλήμ. 11 Θυγατέρες Σιὼν ἐξέλθατε, καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.

Song of Songs 4:16

16 Ἐξεγέρθητι, Βοῤῥᾶ, καὶ ἔρχου, Νότε, καὶ διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.

Song of Songs 5:9-16

9 Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς;
10 Ἀδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμένος ἀπὸ μυριάδων. 11 Κεφαλὴ αὐτοῦ χρυσίον κεφὰζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ. 12 Ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουσμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα. 13 Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά· χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. 14 Χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. 15 Κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι. 16 Φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱερουσαλήμ.

Song of Songs 6:2

2 Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα.

Song of Songs 6:11

11 10 Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάῤῥου, ἰδεῖν εἰ ἤνθισεν ἡ ἄμπελος, ἐξήνθησαν αἱ ῥοαί.

Song of Songs 7:11-12

11 Ἐλθέ ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρὸν, αὐλισθῶμεν ἐν κώμαις. 12 Ὀρθρίσωμεν εἰς ἀμπελῶνας· ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμὸς, ἤνθησαν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.

Song of Songs 2:17

17 Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἀπόστρεψον, ὁμοιώθητι σύ ἀδελφιδέ μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων.

Song of Songs 4:6

6 ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί· πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.