Psalms 98:8 Cross References - Brenton_Greek

8 Ποταμοὶ κροτήσουσι χειρὶ ἐπιτοαυτό, τὰ ὄρη ἀγαλλιάσονται.

2 Kings 11:12

12 Καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἔδωκεν ἐπʼ αὐτὸν τὸ νεζὲρ καὶ τὸ μαρτύριον, καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν· καὶ ἐκρότησαν τῇ χειρὶ, καὶ εἶπαν, ζήτω ὁ βασιλεύς.

Psalms 47:1

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός.
Παντὰ τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.

Psalms 65:12-13

12 Πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. 13 Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον, κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.

Psalms 89:12

12 Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Psalms 93:3

3 Ἐπῆραν οἱ ποταμοί Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν·

Isaiah 55:12

12 Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.