Psalms 90:13 Cross References - Brenton_Greek

13 Ἐπίστρεψον Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.

Exodus 32:12

12 Μή ποτε εἴπωσιν οἱ Αἰγύπτιοι, λέγοντες, μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσι, καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς· παῦσαι τῆς ὀργῆς τοῦ θυμοῦ σου, καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου,

Exodus 32:14

14 Καὶ ἱλάσθη Κύριος περιποιῆσαι τὸν λαὸν αὐτοῦ.

Deuteronomy 32:36

36 Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· εἶδε γὰρ παραλελυμένους αὐτοὺς, καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ, καὶ παρειμένους·

Psalms 6:3-4

3 Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ Κύριε ἕως πότε; 4 Ἐπίστρεψον Κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου,

Psalms 74:10

10 Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρὸς, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;

Psalms 80:14

14 Ὁ Θεὸς τῶν δυνάμεων ἐπίστρεψον δή, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην·

Psalms 89:46

46 Ἕως πότε, Κύριε ἀποστρέφῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;

Psalms 106:45

45 Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ.

Psalms 135:14

14 Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.

Jeremiah 12:15

15 Καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς, καὶ κατοικιῶ αὐτούς, ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.

Hosea 11:8

8 Τί σε διαθῶμαι Ἐφραίμ; ὑπερασπιῶ σου Ἰσραήλ; τί σε διαθῷ; ὡς Ἀδαμὰ θήσομαί σε, καὶ ὡς Σεβνείμ· μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου.

Joel 2:13-14

13 Καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν· καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 14 Τίς οἶδεν εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, καὶ θυσίαν, καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν;

Amos 7:3

3 Μετανόησον Κύριε ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος.

Amos 7:6

6 Μετανόησον Κύριε ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος.

Jonah 3:9

9 τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς, καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;

Zechariah 1:16

16 Διατοῦτο τάδε λέγει Κύριος, ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἱερουσαλὴμ ἔτι·

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.