Psalms 84:11 Cross References - Brenton_Greek

11 Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει· Κύριος οὐχ ὑ0στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.

Genesis 15:1

1 Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἅβραμ· ἐν ὁράματι, λέγων, μὴ φοβοῦ Ἅβραμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα·

Psalms 3:3

3 Σὺ δέ Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου.

Psalms 15:2

2 Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ.

Psalms 27:1

1 Τοῦ Δαυΐδ, πρὸ τοῦ χρισθῆναι.
Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;

Psalms 34:9-10

9 Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. 10 Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ· διάψαλμα.

Psalms 47:9

9 Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἁβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.

Psalms 84:9

9 Ὑπερασπιστὰ ἡμῶν ἴδε, ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου.

Psalms 85:12

12 Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.

Psalms 115:9-11

9 Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 10 Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 11 Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι.

Psalms 119:114

114 Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σύ, εἰς τοὺς λόγους σου ἐπήλπισα.

Proverbs 2:7

7 Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν,

Proverbs 10:9

9 Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς· ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, γνωσθήσεται.

Proverbs 28:6

6 Κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ, πλουσίου ψευδοῦς.

Proverbs 28:18

18 Ὁ πορευόμενος δικαίως βεβοήθηται, ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.

Isaiah 60:19-20

19 Καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σου τὴν νύκτα, ἀλλʼ ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεὸς δόξα σου. 20 Οὐ γὰρ δύσεται ὁ ἥλιος σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.

Micah 2:7

7 ὁ λέγων, οἶκος Ἰακὼβ παρώργισε πνεῦμα Κυρίου· οὐ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσι καλοὶ μετʼ αὐτοῦ; καὶ ὀρθοὶ πεπόρευνται;

Malachi 4:2

2 Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.