Psalms 74 Cross References - Brenton_Greek

1 Συνέσεως τῷ Ἀσάφ.
Ἱνατί ἀπώσω ὁ Θεὸς εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; 2 Μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπʼ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου· ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. 3 Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
4 Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου· ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, 5 ὡς εἰς τὴν ἔξοδον ὑπεράνω· 6 ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπιτοαυτὸ, ἐν πελέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. 7 Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν, ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. 8 Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, ἡ συγγένεια αὐτῶν ἐπιτοαυτό, δεῦτε, καὶ καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς. 9 Τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
10 Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρὸς, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; 11 Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; 12 Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. 13 Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. 14 Σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. 15 Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους, σὺ ἐξήρανας ποταμοὺς ἠθάμ. 16 Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω ἥλιον καὶ σελὴνην. 17 Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς, θέρος καὶ ἔαρ σὺ ἔπλασας.
18 Μνήσθητι ταύτης τῆς κτίσεώς σου· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. 19 Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. 20 Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. 21 Μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος, πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. 22 Ἀνάστα ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. 23 Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβαίη διὰπαντὸς πρὸς δέ.

Deuteronomy 29:20

20 Οὐ μὴ θελήσει ὁ Θεὸς εὐϊλατεῦσαι αὐτῷ, ἀλλʼ ἢ τότε ἐκκαυθήσεται ὀργὴ Κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ, καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης, αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τούτου· καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν.

Psalms 10:1

1 Ἱνατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει;

Psalms 18:8

8 Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται, ἄνθρακες ἀνήφθησαν ἀπʼ αὐτοῦ.

Psalms 42:9

9 ἐρῶ τῷ Θεῷ, ἀντιλήπτωρ μου εἶ, διατί μου ἐπελάθου; ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;

Psalms 42:11

11 Ἱνατί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, ἡ σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεὸς μου.

Psalms 44:9

9 Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν.

Psalms 60:1

1 Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφίαν τῷ Δαυὶδ εἰς διδαχὴν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σοβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας.
Ὁ Θεὸς ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ οἰκτείρησας ἡμᾶς.

Psalms 60:10

10 Οὐχὶ σύ, ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν;

Psalms 77:7

7 Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;

Psalms 78:1

1 Συνέσεως τῷ Ἀσάφ.
Πρoςέχετε, λαός μου τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου·

Psalms 79:5

5 Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;

Psalms 79:13

13 Ἡμεῖς γὰρ λαός σου καὶ πρόβατα νομῆς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα, εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.

Psalms 95:7

7 Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ·

Psalms 100:3

3 Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θείς· αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.

Jeremiah 23:1

1 Ὢ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τῆς νομῆς αὐτῶν.

Jeremiah 31:37

37 36 ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας.

Jeremiah 33:24-26

Ezekiel 34:8

8 Ζῶ ἐγὼ, λέγει Κύριος Κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν, καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν·

Ezekiel 34:31

31 πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Κύριος Κύριος.

Exodus 15:13

13 Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω· παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου.

Exodus 15:16

16 Ἐπιπέσοι ἐπʼ αὐτοὺς τρόμος καὶ φόβος· μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε· ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω.

Deuteronomy 4:20

20 Ὑμᾶς δὲ ἔλαβεν ὁ Θεὸς, καὶ ἐξήγαγεν ὑμᾶς ἐκ τῆς Αἰγύπτου, ἐκ τῆς καμίνου, τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον, ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.

Deuteronomy 9:29

29 Καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ, καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ, καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.

Deuteronomy 32:9

9 Καὶ ἐγενήθη μερίς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.

Psalms 9:11

11 Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ.

Psalms 33:12

12 Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαός ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.

Psalms 48:1-2

1 Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορὲ δευτέρα σαββάτου.
Μεγὰς Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. 2 Εὐρίζῳν ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.

Psalms 68:16

16 Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.

Psalms 77:15

15 ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ· διάψαλμα.

Psalms 78:68-69

68 Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος τὸ Σιὼν, ὃ ἠγάπησε. 69 Καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτων τὸ ἁγίασμα αὐτοῦ, ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.

Psalms 106:40

40 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ.

Psalms 132:13-14

13 Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ· 14 Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν.

Psalms 135:4

4 Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ.

Isaiah 51:11

11 ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετʼ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν αἴνεσις καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

Isaiah 62:12

12 Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη.

Isaiah 63:9

9 ἐκ πάσης θλίψεως αὐτῶν· οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλʼ αὐτὸς ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.

Isaiah 63:17

17 Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνα τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου,

Jeremiah 10:16

16 Οὐκ ἔστι τοιαύτη μερὶς τῷ Ἰακὼβ, ὅτι ὁ πλάσας τὰ πάντα, αὐτὸς κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.

Jeremiah 51:19

19 Οὐ τοιαύτη μερὶς τῷ Ἰακὼβ, ὅτι ὁ πλάσας τὰ πάντα, αὐτός ἐστι κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.

Joshua 10:24

24 Καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ἰσραὴλ, καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ, λέγων αὐτοῖς, προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν· καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν.

2 Samuel 22:39-43

39 Καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται, καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40 Καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου. 41 Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς. 42 Βοήσονται, καὶ οὐκ ἔστι βοηθός, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν. 43 Καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.

Nehemiah 1:3

3 Καὶ εἴποσαν πρὸς μὲ, οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ, ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη Ἱερουσαλὴμ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί.

Nehemiah 2:3

3 καὶ εἶπα τῷ βασιλεῖ, ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω· διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου, διότι ἡ πόλις οἶκος μνημείων πατέρων μου, ἠρημώθη, καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί;

Nehemiah 2:13

13 Καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλὰ, καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν, καὶ εἰς πύλην τῆς κοπρίας· καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ἱερουσαλὴμ ὃ αὐτοὶ καθαιροῦσι καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί.

Psalms 44:23

23 Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς Κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος.

Psalms 44:26

26 Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.

Psalms 79:1

1 Ψαλμὸς τῷ Ἀσάφ.
Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου· ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον.

Psalms 102:13-14

13 Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. 14 Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι.

Isaiah 10:6

6 Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν.

Isaiah 25:10

10 Ανάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις.

Isaiah 61:4

4 Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις ἐρήμους, ἐξηρωμένας εἰς γενεάς.

Isaiah 63:3-6

3 Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετʼ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. 4 Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι. 5 Καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν βοηθός· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. 6 Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.

Isaiah 64:10-11

10 Πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν. 11 Ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα ἔνδοξα ἡμῶν συνέπεσε.

Jeremiah 52:13

13 καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάσας τὰς οἰκίας τῆς πόλεως, καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί.

Lamentations 1:10

10 ΙΩΔ. Χεῖρα αὐτοῦ ἐξεπέτασε θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς· εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου.

Daniel 8:11-14

11 Καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ διʼ αὐτὸν θυσία ἐταράχθη, καὶ κατευοδώθη αὐτῷ· καὶ τὸ ἅγιον ἐρημωθήσεται· 12 Καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη· καὶ ἐποίησε, καὶ εὐοδώθη. 13 Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος· καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι, ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα, καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται; 14 Καὶ εἶπεν αὐτῷ, ἕως ἐσπέρας καὶ πρωῒ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.

Daniel 9:17

17 Καὶ νῦν εἰσάκουσον Κύριε ὁ Θεὸς ἡμῶν τῆς προσευχῆς τοῦ δούλου σου καὶ τῶν δεήσεων αὐτοῦ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου, Κύριε,

Daniel 9:27

27 Καὶ δυναμώσει διαθήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως τῆς συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.

Daniel 11:31

31 Καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν, καὶ δώσουσι βδέλυγμα ἠφανισμένων.

Micah 1:3

3 Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,

Micah 3:12

12 Διατοῦτο διʼ ἡμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.

Numbers 2:2

2 ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατʼ οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἐναντίοι· κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ.

2 Chronicles 36:17

17 Καὶ ἤγαγεν ἐπʼ αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ· καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου, καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε, καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσίν αὐτῶν.

Jeremiah 6:1-5

1 Ἐνισχύσατε υἱοὶ Βενιαμὶν ἐκ μέσου τῆς Ἱερουσαλὴμ, καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι, καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βοῤῥᾶ, καὶ συντριβὴ μεγάλη γίνεται· 2 καὶ ἀφαιρεθήσεται τὸ ὕψος θύγατερ Σιών. 3 Εἰς αὐτὴν ἥξουσι ποιμένες, καὶ τὰ ποίμνια αὐτῶν· καὶ πήξουσιν ἐπʼ αὐτὴν σκηνὰς κύκλῳ, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.
4 Παρασκευάσασθε ἐπʼ αὐτὴν εἰς πόλεμον, ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας. 5 Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν νυκτὶ, καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς.

Lamentations 2:7

7 ΖΑΙΝ. Ἀπώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς·

Daniel 6:27

27 Ἀντιλαμβάνεται καὶ ῥύεται, καὶ ποιεῖ σημεῖα καὶ τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὅστις ἐξείλατο τὸν Δανιὴλ ἐκ χειρὸς τῶν λεόντων.

1 Kings 5:6

6 Καὶ νῦν ἔντειλαι, καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου, καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἂν εἴπῃς, ὅτι σὺ οἶδας, ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι.

2 Chronicles 2:14

14 ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δὰν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, εἰδότα ποιῆσαι ἐν χρυσίῳ, καὶ ἐν ἀργυρίῳ, καὶ ἐν χαλκῷ, καὶ ἐν σιδήρῳ, καὶ ἐν λίθοις καὶ ξύλοις, καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ, καὶ ἐν τῇ ὑακίνθῳ, καὶ ἐν τῇ βύσσῳ, καὶ ἐν τῷ κοκκίνῳ, καὶ γλύψαι γλυφὰς, καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ μετὰ τῶν σοφῶν σου, καὶ σοφῶν Δαυὶδ κυρίου μου πατρός σου.

Jeremiah 46:22-23

22 Φωνὴ ὡς ὄφεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύονται, ἐν ἀξίναις ἥξουσιν ἐπʼ αὐτήν· ὡς κόπτοντες ξύλα 23 ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πληθύνει ὑπὲρ ἀκρίδα, καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός.

1 Kings 6:18

1 Kings 6:29

29 Πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψε γραφίδι Χερουβὶμ, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ.

1 Kings 6:32

1 Kings 6:35

35 ἐγκεκολαμμένα Χερουβὶμ, καὶ φοίνικες, καὶ διαπεπετασμένα πέταλα, καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν.

Exodus 20:24

24 Θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι, καὶ θύσετε ἐπʼ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν, καὶ τὰ πρόβατα, καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ, καὶ εὐλογήσω σε.

Deuteronomy 12:5

5 Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ ἐλεύσεσθε ἐκεῖ.

1 Kings 8:20

20 Καὶ ἀνέστησε Κύριος τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησε· καὶ ἀνέστην ἀντὶ Δαυὶδ τοῦ πατρός μου, καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου Ἰσραὴλ, καθὼς ἐλάλησε Κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ.

2 Kings 25:9

9 Καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάντας τοὺς οἴκους Ἱερουσαλὴμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος.

Psalms 89:39

39 Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.

Isaiah 64:11

11 Ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα ἔνδοξα ἡμῶν συνέπεσε.

Lamentations 2:2

2 ΒΗΘ. Ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ κατεπόντισε Κύριος, οὐ φεισάμενος· πάντα τὰ ὡραῖα Ἰακὼβ καθεῖλεν ἐν θυμῷ αὐτοῦ, τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσε βασιλέα αὐτῆς, καὶ ἄρχοντας αὐτῆς.

Ezekiel 24:21

21 εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ,
Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται.

2 Kings 2:3

3 Καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἑλισαιὲ, καὶ εἶπον πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, κἀγὼ ἔγνωκα, σιωπᾶτε.

2 Kings 2:5

5 Καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἑλισαιὲ, καὶ εἶπαν πρὸς αὐτὸν, εἰ ἔγνως, ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε, καί γε ἐγὼ ἔγνων, σιωπᾶτε.

2 Kings 4:23

23 Καὶ εἶπε, τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία, οὐδὲ σάββατον· ἡ δὲ εἶπεν, εἰρήνη.

2 Chronicles 17:9

9 Καὶ ἐδίδασκον ἐν Ἰούδᾳ, καὶ μετʼ αὐτῶν βίβλος νόμου Κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐδίδασκον τὸν λαόν.

Esther 3:8-9

8 Καὶ ἐλάλησε πρὸς τὸν βασιλέα Ἀρταξέρξης, λέγων, ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου, οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη, τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσι, καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς. 9 Εἰ δοκεῖ τῷ βασιλεῖ, δογματισάτω ἀπολέσαι αὐτούς, κἀγὼ διαγράψω εἰς τὸ γαζοφυλάκιον τοῦ βασιλέως ἀργυρίου τάλαντα μύρια.

Psalms 83:4

4 Εἶπαν, δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι.

Psalms 137:7

7 Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, ἐκκενοῦτε ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς.

Exodus 12:13

13 Καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν, ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ· καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ.

Exodus 13:9-10

9 Καὶ ἔσται σοι σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου, ὅπως ἂν γένηται ὁ νόμος Κυρίου ἐν τῷ στόματί σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέ σε Κύριος ὁ Θεὸς ἐξ Αἰγύπτου. 10 Καὶ φυλάξασθε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν, ἀφʼ ἡμερῶν εἰς ἡμέρας.

Judges 6:17

17 Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, εἰ δὴ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅτι, ἐλάλησας μετʼ ἐμοῦ,

1 Samuel 3:1

1 Κaὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἡλὶ τοῦ ἱερέως· καὶ ῥῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.

Lamentations 2:9

9 ΤΗΘ. Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσε καὶ συνέτριψε μοχλοὺς αὐτῆς, βασιλέα αὐτῆς καὶ ἄρχοντα αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστι νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ Κυρίου.

Ezekiel 7:26

26 Οὐαὶ ἐπὶ οὐαὶ ἔσται· καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται· καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων.

Ezekiel 20:12

12 Καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.

Amos 8:11

11 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτων, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου.

Micah 3:6

6 διατοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ἔσται ὑμῖν ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπʼ αὐτοὺς ἡ ἡμέρα.

Psalms 13:1-2

1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Ἕως πότε Κύριε ἐπιλήσῃ μου, εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ; 2 Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ;

Psalms 44:16

16 ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.

Psalms 79:4-5

4 Ἐγενήθημεν εἰς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.
5 Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;

Psalms 79:12

12 Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε Κύριε.

Psalms 89:46

46 Ἕως πότε, Κύριε ἀποστρέφῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;

Psalms 89:50-51

50 Μνήσθητι Κύριε τοῦ ὀνειδισμοῦ τῶν δούλων σου οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· 51 οὗ ὠνείδισαν οἱ ἐχθροί σου Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου.

Daniel 12:6

6 Καὶ εἶπε τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὰ βαδδίν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυμασίων;

Psalms 78:65-66

65 Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου. 66 Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.

Isaiah 64:12

12 Καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.

Lamentations 2:3

3 ΦΙΜΕΛ. Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ἰσραὴλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ, καὶ ἀνῆψεν ἐν Ἰακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγε πάντα τὰ κύκλῳ.

Exodus 15:2-15

2 Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου Θεὸς, καὶ δοξάσω αὐτόν· Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν. 3 Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. 4 Ἅρματα Φαραὼ, καὶ τὴν δύναμιν αὐτοῦ, ἔῤῥιψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας· κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ. 5 Πόντῳ ἐκάλυψεν αὐτούς· κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος. 6 Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς. 7 Καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην. 8 Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα· ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης. 9 Εἶπεν ὁ ἐχθρός, διώξας καταλήψομαι, μεριῶ σκῦλα· ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου. 10 Ἀπέστειλας τὸ πνεῦμά σου· ἐκάλυψεν αὐτοὺς θάλασσα· ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ. 11 Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα. 12 Ἐξέτεινας τὴν δεξιάν σου· κατέπιεν αὐτοὺς γῆ. 13 Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω· παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου. 14 Ἤκουσαν ἔθνη, καὶ ὠργίσθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ. 15 Τότε ἔσπευσαν ἡγεμόνες Ἐδὼμ, καὶ ἄρχοντες Μωαβιτῶν· ἔλαβεν αὐτοὺς τρόμος· ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν.

Exodus 19:5-6

5 Καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπό πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ. 6 Ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον· ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ.

Numbers 23:21-22

21 Οὐκ ἔσται μόχθος ἐν Ἰακὼβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ Θεὸς αὐτοῦ μετʼ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ. 22 Θεὸς ὁ ἐξαγαγὼν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ.

Judges 4:23-24

23 Καὶ ἐτρόπωσεν ὁ Θεὸς τὸν Ἰαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ.
24 Καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβὶν βασιλέα Χαναὰν, ἕως οὗ ἐξωλόθρευσαν τὸν Ἰαβὶν βασιλέα Χαναάν.

1 Samuel 19:5

5 Καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον, καὶ ἐχάρησαν· καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυὶδ δωρεάν;

Psalms 44:4

4 Σὺ εἶ αὐτὸς ὁ Βασιλεύς μου καὶ ὁ Θεὸς μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ.

Isaiah 33:22

22 Ὁ γὰρ Θεὸς μου μέγας ἐστίν· οὐ παρελεύσεταί με Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει.

Isaiah 63:8

8 Καὶ εἶπεν, οὐχ ὁ λαός μου; τέκνα οὐ μὴ ἀθετήσωσι· καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν

Habakkuk 3:12-14

12 Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, καὶ ἐν θυμῷ κατάξεις ἔθνη, 13 ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τὸν χριστόν σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου· διάψαλμα· 14 Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ· διανοίξουσι χαλινοὺς αὐτῶν, ὡς ἐσθίων πτωχὸς λάθρᾳ.

Exodus 14:21

21 Ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν· καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα, καὶ ἐποίησε τὴν θάλασσαν ξηράν· καὶ ἐσχίσθη τὸ ὕδωρ.

Exodus 14:28

28 Καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας, καὶ πᾶσαν τὴν δύναμιν Φαραὼ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν εἰς τὴν θάλασσαν· καὶ οὐ κατελήφθη ἐξ αὐτῶν οὐδὲ εἷς.

Nehemiah 9:11

11 Καὶ τὴν θάλασσαν ἔῥῥηξας ἐνώπιον αὐτῶν, καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ, καὶ τοὺς καταδιώξοντας αὐτοὺς ἔῤῥιψας εἰς βυθὸν, ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ.

Psalms 66:6

6 Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί· ἐκεῖ εὐφρανθησόμεθα ἐπʼ αὐτῷ,

Psalms 78:13

13 Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτοὺς· ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν.

Psalms 106:8-9

8 Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ. 9 Καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ·

Psalms 136:13-18

13 Τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 14 καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· 15 καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθρὰν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 16 Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
17 Τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 18 Καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Isaiah 11:15-16

15 Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ· καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι. 16 Καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ· καὶ ἔσται τῷ Ἰσραὴλ, ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.

Isaiah 51:9-10

9 Ἐξεγείρου ἐξεγείρου Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου, ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. Οὐ σὺ εἶ 10 ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις καὶ λελυτρωμένοις;

Ezekiel 29:3

3 καὶ εἰπὸν,
Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα, ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς.

Ezekiel 32:2

2 υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς αὐτῷ,
Λέοντι ἐθνῶν ὡμοιώθης σὺ, καὶ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου.

Exodus 12:35-36

35 Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐποίησαν, καθὰ συνέταξεν αὐτοῖς Μωυσῆς, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν. 36 Καὶ ἔδωκε Κύριος τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους.

Exodus 14:30

30 Καὶ ἐῤῥύσατο Κύριος τὸν Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν Αἰγυπτίων· καὶ εἶδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης.

Numbers 14:9

9 Ἀλλὰ ἀπὸ τοῦ Κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστιν· ἀφέστηκε γὰρ ὁ καιρὸς ἀπʼ αὐτῶν· ὁ δὲ Κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς.

Job 3:8

8 Ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι.

Job 41:1-34

1 20 Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ; 2 21 Ἢ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; 3 22 Λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; 4 23 Θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; 5 24 Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; 6 25 Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη; 7 26 Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. 8 27 Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.
9 Ούχ ἑώρακας αὐτόν; οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; 10 Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; 11 Ἢ τίς ἀντιστήσεταί μοι, καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,
12 Οὐ σιωπήσομαι διʼ αὐτόν· καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτῷ. 13 Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; 14 Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. 15 Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι· σύνδεσμος δὲ αὐτοῦ, ὥσπερ σμυρίτης λίθος. 16 Εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. 17 Ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. 18 Ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. 19 10 Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται ὡς λαμπάδες καιόμεναι, καὶ διαῤῥιπτοῦνται ὡς ἐσχάραι πυρός. 20 11 Ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. 21 12 Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. 22 13 Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. 23 14 Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπʼ αὐτὸν, οὐ σαλευθήσεται. 24 15 Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. 25 16 Στραφέντος δὲ αὐτοῦ, φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. 26 17 Ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσι δόρυ, καὶ θώρακα. 27 18 Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. 28 19 Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκεον· ἥγηται μὲν πετροβόλον χόρτον. 29 20 Ὡς καλάμη ἐλογίσθησαν σφυρὰ, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. 30 21 Ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπʼ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. 31 22 Ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, 32 23 τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον. 33 24 Οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου. 34 25 Πᾶν ὑψηλὸν ὁρᾷ· αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.

Psalms 72:9

9 Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.

Psalms 104:25-26

25 Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετά ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῷα μικρὰ μετὰ μεγάλων· 26 Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.

Isaiah 27:1

1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν· ἀνελεῖ τὸν δράκοντα.

Exodus 14:21-22

21 Ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν· καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα, καὶ ἐποίησε τὴν θάλασσαν ξηράν· καὶ ἐσχίσθη τὸ ὕδωρ. 22 Καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν· καὶ τὸ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων.

Exodus 17:5-6

5 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, προπορεύου τοῦ λαοῦ τούτου· λαβὲ δὲ σεαυτῷ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ τὴν ῥάβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν, λαβὲ ἐν τῇ χειρί σου, καὶ πορεύσῃ. 6 Ὅδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σε ἐπὶ τῆς πέτρας ἐν Χωρήβ· καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. Ἐποίησε δὲ Μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ἰσραήλ.

Numbers 20:11

11 Καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ, ἐπάταξε τὴν πέτραν τῇ ῥάβδῳ δίς· καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ, καὶ τὰ κτήνη αὐτῶν.

Joshua 2:10

10 Ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησε τοῖς δυσὶ βασιλεῦσι τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν καὶ Ὤγ, οὓς ἐξωλοθρεύσατε αὐτούς.

Joshua 3:13-17

13 Καὶ ἔσται, ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ἰορδάνου, τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.
14 Καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ἰορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ. 15 Ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθʼ̓ ὅλην τὴν κρηπίδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν· 16 Καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα θάλασσαν ἁλὸς, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ. 17 Καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.

2 Kings 2:8

8 Καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα· καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.

2 Kings 2:14

14 καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιοὺ, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ εἶπε, ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθα καὶ ἔνθα· καὶ διέβη Ἑλισαιέ.

Psalms 78:15

15 Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ.

Psalms 105:41

41 Διέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.

Isaiah 11:16

16 Καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ· καὶ ἔσται τῷ Ἰσραὴλ, ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.

Isaiah 44:27

27 Ὁ λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ·

Isaiah 48:21

21 Καὶ ἐὰν διψήσωσι, διʼ ἐρήμου ἄξει αὐτοὺς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου.

Habakkuk 3:9

9 Ἐντείνων ἐντενεῖς τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος· διάψαλμα· ποταμῶν ῥαγήσεται γῆ.

Genesis 1:3-5

3 Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. 4 Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους. 5 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία.

Genesis 1:14-18

14 Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς· 15 Καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἐγένετο οὕτως. 16 Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. 17 Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, 18 καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν.

Psalms 8:3

3 Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.

Psalms 19:1-6

1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 2 Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. 3 Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. 4 Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, 5 καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ· ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. 6 Ἀπʼ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ· καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.

Psalms 104:19

19 Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

Psalms 136:7-9

7 Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 8 Τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 9 Τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Genesis 8:22

22 Πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα, οὐ καταπαύσουσι.

Deuteronomy 32:8

8 Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.

Psalms 24:1-2

1 Ψαλμὸς τῷ Δαυίδ τῆς μιᾶς Σαββάτου.
Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 2 Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.

Deuteronomy 32:6

6 Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;

Deuteronomy 32:27

27 Εἰ μὴ διʼ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσι, ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι· μὴ εἴπωσιν, ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ, καὶ οὐχὶ Κύριος, ἐποίησε ταῦτα πάντα.

Psalms 39:8

8 Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με.

Psalms 41:1

1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Μακαρίος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.

Psalms 74:22

22 Ἀνάστα ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.

Psalms 94:2-8

2 Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.
3 Ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; 4 φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. 5 Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. 6 Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν. 7 Καὶ εἶπαν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.
8 Σύνετε δή ἄφρονες ἐν τῷ λαῷ, καί, μωροὶ, ποτὲ φρονήσατε.

Isaiah 37:23-24

23 Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραήλ; 24 Ὅτι διʼ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας, τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρος τοὺς δρυμοῦ,

Isaiah 62:6-7

6 Καὶ ἐπὶ τῶν τειχῶν σου Ἱερουσαλὴμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἵ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου. 7 Οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος· ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἱερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς.

Ezekiel 20:14

14 Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατʼ ὀφθαλμοὺς αὐτῶν.

Psalms 9:18

18 Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς εἰς τὸν αἰῶνα.

Psalms 68:10

10 Τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ, ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ.

Psalms 68:13

13 Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.

Psalms 72:2

2 κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.

Song of Songs 2:14

14 Σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.

Song of Songs 4:1

1 Ιδοὺ εἶ καλή ἡ πλησίον μου, ἰδοὺ εἶ καλή, ὀφθαλμοί σου περιστεραὶ, ἐκτὸς τῆς σιωπήσεώς σου· τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ.

Song of Songs 6:9

9 Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτὴν· Εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καί γε παλλακαὶ, καὶ αἰνέσουσιν αὐτήν.

Isaiah 60:8

8 Τίνες οἵδε, ὡς νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς ἐπ’ ἐμέ;

Zephaniah 3:12

12 Καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾳῢν καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου

Genesis 17:7-8

7 Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναί σου Θεὸς, καὶ τοῦ σπέρματός σου μετὰ σέ. 8 Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναὰν, εἰς κατάσχεσιν αἰώνιον· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν.

Genesis 49:5-7

5 Συμεὼν καὶ Λευὶ ἀδελφοὶ συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. 6 Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου· ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους, καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. 7 Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη· διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ.

Exodus 24:6-8

6 Λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος, ἐνέχεεν εἰς κρατῆρας, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον. 7 Καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης, ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ εἶπαν, πάντα ὅσα ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα. 8 Λαβὼν δὲ Μωυσῆς τὸ αἷμα, κατεσκέδασε τοῦ λαοῦ, καὶ εἶπεν, ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.

Leviticus 26:40-45

40 Καὶ ἐξαγορεύσουσι τὰς ἁμαρτίας αὐτῶν, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με, καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι, 41 καὶ ἐγὼ ἐπορεύθην μετʼ αὐτῶν ἐν θυμῷ πλαγίῳ· καὶ ἀπολῷ αὐτοὺς ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· τότε ἐντραπήσεται ἡ καρδία αὐτῶν ἡ ἀπερίτμητος, καὶ τότε εὐδοκήσουσι τὰς ἁμαρτίας αὐτῶν. 42 Καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακὼβ, καὶ τῆς διαθήκης Ἰσαὰκ, καὶ τῆς διαθήκης Ἁβραὰμ μνησθήσομαι.
43 Καὶ τῆς γῆς μνησθήσομαι, καὶ ἡ γῆ ἐγκαταλειφθήσεται ἀπʼ αὐτῶν· τότε προσδέξεται ἡ γῆ τὰ σάββατα αὐτῆς, ἐν τῷ ἐρημωθῆναι αὐτὴν διʼ αὐτούς· καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας, ἀνθʼ ὧν τὰ κρίματά μου ὑπερεῖδον, καὶ τοῖς προστάγμασί μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν. 44 Καὶ οὐδʼ ὡς ὄντων αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν, οὐχ ὑπερεῖδον αὐτοὺς, οὐδὲ προσώχθισα αὐτοῖς ὥστε ἐξαναλῶσαι αὐτοὺς τοῦ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν. 45 Καί μνησθήσομαι διαθήκης αὐτῶν τῆς προτέρας, ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας ἔναντι τῶν ἐθνῶν, τοῦ εἶναι αὐτῶν Θεός· ἐγώ εἰμι Κύριος.

Deuteronomy 9:27

27 Μνήσθητι Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν θεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου, καὶ τὰ ἀσεβήματα, καὶ ἐπὶ τὰ ἁμαρτήματα αὐτῶν.

Deuteronomy 12:31

31 Οὐ ποιήσεις οὕτω τῷ Θεῷ σου· τὰ γὰρ βδελύγματα Κυρίου ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.

2 Samuel 23:5

5 Οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ, διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην· ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος.

Psalms 5:8

8 Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου.

Psalms 89:28

28 Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ·

Psalms 89:34-36

34 οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. 35 Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. 36 Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου,

Psalms 105:8

8 Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς,

Psalms 106:45

45 Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ.

Jeremiah 33:20-26

Ezra 3:11

11 Καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ Κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ἰσραήλ· καὶ πᾶς ὁ λαὸς ἐσήμαινε φωνῇ μεγάλῃ αἰνεῖν τῷ Κυρίῳ ἐπὶ τῇ θεμελιώσει τοῦ οἴκου Κυρίου.

Psalms 12:5

5 Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.

Psalms 35:10

10 Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.

Psalms 102:19-21

19 Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, 20 τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, 21 τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ·

Psalms 103:6

6 Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.

Psalms 109:22

22 ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.

Isaiah 45:17

17 Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι.

Jeremiah 33:11

11 φωνὴ εὐφροσύνης, καὶ φωνὴ χαρμοσύνης, φωνὴ νυμφίου, καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων, ἐξομολογεῖσθε Κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσι δῶρα εἰς οἶκον Κυρίου, ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τοπρότερον, εἶπε Κύριος.

Psalms 9:19-20

19 Ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου. 20 Κατάστησον, Κύριε, νομοθέτην ἐπʼ αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσι· διάψαλμα.

Psalms 53:1

1 Εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ συνέσεως τῷ Δαυίδ.
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός· διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις· οὐκ ἔστι ποιῶν ἀγαθόν.

Psalms 74:18

18 Μνήσθητι ταύτης τῆς κτίσεώς σου· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου.

Psalms 75:4-5

4 Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι, μὴ ὑψοῦτε κέρας. 5 Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.

Psalms 79:9-10

9 Βοήθησον ἡμῖν ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν, ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου Κύριε ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου. 10 Μή ποτε εἴπωσιν ἐν τοῖς ἔθνεσι, ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.

Isaiah 52:5

5 Καὶ νῦν τί ἐστε ὦδε; τάδε λέγει Κύριος, ὅτι ἐλήφθη ὁ λαός μου δωρεὰν, θαυμάζετε καὶ ὀλολύζετε· τάδε λέγει Κύριος, διʼ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.

Psalms 2:1-2

1 Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 2 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπιτοαυτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

Psalms 10:11-12

11 Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.
12 Ἀνάστηθι Κύριε ὁ Θεὸς, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων.

Psalms 13:1

1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Ἕως πότε Κύριε ἐπιλήσῃ μου, εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ;

Psalms 65:7

7 ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. Ταραχθήσονται τὰ ἔθνη,

Psalms 74:4

4 Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου· ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν,

Isaiah 37:29

29 Ὁ δὲ θυμός σου ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρὸς μὲ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.

Lamentations 2:16

16 AIN. Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὁδόντας, καὶ εἶπαν, κατεπίομεν αὐτήν· πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν.

Jonah 1:2

2 ἀνάστηθι, καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.