9 Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι, αὐτοὶ ἐκ ματαιότητος ἐπιτοαυτό.
Psalms 62:9 Cross References - Brenton_Greek
1 Samuel 18:5
5 Καὶ ἐξεπορεύετο Δαυίδ, ἐν πᾶσιν, οἷς ἀπέστειλεν αὐτὸν Σαούλ, συνῆκε· καὶ κατέστησεν αὐτὸν Σαοὺλ ἐπὶ τοὺς ἄνδρας τοῦ πολέμου, καὶ ἤρεσεν ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ καί γε ἐν ὀφθαλμοῖς δούλων Σαούλ.}
1 Samuel 18:7
7 Καὶ ἐξῆρχον αἱ γυναῖκες, καὶ ἔλεγον, ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ.
1 Samuel 18:21-26
21 Καὶ εἶπε Σαοὺλ, δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον· καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων. 22 Καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ, λέγων, λαλήσετε ὑμεῖς λάθρᾳ τῷ Δαυὶδ, λέγοντες, ἰδοὺ θέλει ἐν σοὶ ὁ βασιλεὺς, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσί σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ. 23 Καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυὶδ τὰ ῥήματα ταῦτα· καὶ εἶπε Δαυὶδ, εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς, καὶ οὐχὶ ἔνδοξος. 24 Καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησε Δαυίδ. 25 Καὶ εἶπε Σαούλ, τάδε ἐρεῖτε τῷ Δαυίδ, οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι, ἀλλʼ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαοὺλ ἐλογίσατο ἐμβαλεῖν αὐτὸν εἰς χεῖρας τῶν ἀλλοφύλων. 26 Καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῷ Δαυὶδ τὰ ῥήματα ταῦτα, καὶ ηὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ.
1 Samuel 23:12
12 καὶ εἶπε Κύριος, ἀποκλεισθήσεται.
1 Samuel 23:19-20
19 Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν, λέγοντες, οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρʼ ἡμῖν ἐν Μεσσαρὰ, ἐν τοῖς στενοῖς, ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Ἐχελᾶ τοῦ ἐκ δεξιῶν τοῦ Ἰεσσαιμοῦν; 20 Καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν, καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως.
1 Samuel 26:21-25
21 Καὶ εἶπε Σαοὺλ, ἡμάρτηκα· ἐπίστρεφε, τέκνον Δαυὶδ, ὅτι οὐ κακοποιήσω σε, ἀνθʼ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου, καὶ ἐν τῇ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα. 22 Καὶ ἀπεκρίθη Δαυὶδ, καὶ εἶπεν, ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό· 23 Καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ κατὰ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ· ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου, καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου. 24 Καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον Κυρίου, καὶ σκεπάσαι με, καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως. 25 Καὶ εἶπε Σαοὺλ πρὸς Δαυὶδ, εὐλογημένος σὺ, τέκνον· καὶ ποιῶν ποιήσεις, καὶ δυνάμενος δυνήσῃ· καὶ ἀπῆλθε Δαυὶδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαοὺλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
2 Samuel 15:6
6 Καὶ ἐποίησεν Ἀβεσσαλὼμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ἰσραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Ἀβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ἰσραήλ.
2 Samuel 15:31
31 Καὶ ἀνηγγέλη Δαυὶδ, λέγοντες, καὶ Ἀχιτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ Ἀβεσσαλώμ· καὶ εἶπε Δαυὶδ, διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ, Κύριε ὁ Θεὸς μου.
Psalms 39:5
5 Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· διάψαλμα.
Psalms 39:11
11 Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον· καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ, πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος· διάψαλμα.
Psalms 55:13-14
Psalms 116:11
11 Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης.
Psalms 118:9
9 Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπʼ ἄρχουσι.
Isaiah 40:15
15 Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, ὡς σίελος λογισθήσονται;
Isaiah 40:17
17 καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι, καὶ εἰς οὐθὲν ἐλογίσθησαν.
Daniel 5:27
27 Θεκὲλ, ἐστάθη ἐν ζυγῷ, καὶ εὑρέθη ὑστεροῦσα.