8 Τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν, ἡ ἐντολὴ Κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμούς.
Psalms 19:8 Cross References - Brenton_Greek
Genesis 26:5
5 Ἀνθʼ ὧν ὑπήκουσεν Ἁβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου, καὶ τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου.
Exodus 18:16
16 Ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία, καὶ ἔλθωσι πρός με, διακρίνω ἕκαστον, καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ.
Deuteronomy 4:5-6
5 Ἴδετε, δέδειχα ὑμῖν δικαιώματα καὶ κρίσεις καθὰ ἐνετείλατό μοι Κύριος, ποιῆσαι οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομεῖν αὐτήν. 6 Καὶ φυλάξεσθε καὶ ποιήσετε· ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις ὑμῶν ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἂν ἀκούσωσι πάντα τὰ δικαιώματα ταῦτα· καὶ ἐροῦσιν, ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο.
Deuteronomy 12:11-12
11 Καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον· τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰ ἐπιδέκατα ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἂν εὔξησθε Κυρίῳ τῷ Θεῷ ὑμῶν. 12 Καὶ εὐφρανθήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ παῖδες ὑμῶν, καὶ αἱ παιδίσκαι ὑμῶν, καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν· ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθʼ ὑμῶν.
Deuteronomy 16:11
11 Καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ οὖσα ἐν ὑμῖν, ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.
Deuteronomy 16:14
14 Καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ οὖσα ἐν ταῖς πόλεσί σου.
Nehemiah 8:12
12 Καὶ ἀπῆλθε πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀποστέλλειν μερίδας, καὶ ποιῆσαι εὐφροσύνην μεγάλην, ὅτι συνῆκαν ἐν τοῖς λόγοις οἷς ἐγνώρισεν αὐτοῖς.
Nehemiah 9:13
13 Καὶ ἐπὶ ὄρος Σινὰ κατέβης, καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ, καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα, καὶ νόμους ἀληθείας, προστάγματα, καὶ ἐντολὰς ἀγαθάς.
Psalms 12:6
6 Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως.
Psalms 13:3
3 Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον·
Psalms 40:8
8 τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ Θεός μου ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.
Psalms 105:45
45 Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.
Psalms 119:12
12 Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Psalms 119:14
14 Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ.
Psalms 119:16
16 Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
Psalms 119:24
24 Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.
Psalms 119:40
40 Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
Psalms 119:54
54 Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου.
Psalms 119:80
80 Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
Psalms 119:92
92 Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
Psalms 119:98-100
Psalms 119:105
105 Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.
Psalms 119:121
121 Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.
Psalms 119:128
128 Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
Psalms 119:130
130 Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους.
Psalms 119:143
143 Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, ἐντολαί σου μελέτη μου.
Psalms 119:171
171 Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου.
Proverbs 2:6
6 Ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις.
Proverbs 6:23
23 Ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, ὁδὸς ζωῆς, καὶ ἔλεγχος καὶ παιδεία,
Proverbs 30:5
5 Πάντες γὰρ λόγοι Θεοῦ πεπυρωμένοι, ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν.
Isaiah 64:5
5 Συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται· ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διατοῦτο ἐπλανήθημεν,
Jeremiah 15:16
16 ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς· καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπʼ ἐμοὶ, Κύριε παντοκράτωρ.
Ezekiel 36:27
27 Καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε, καὶ ποιήσητε.