Psalms 119:126 Cross References - Brenton_Greek

126 Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου.

Genesis 22:10-11

10 Καὶ ἐξέτεινεν Ἁβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. 11 Καὶ ἐκάλεσεν αὐτὸν Ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν, Ἁβραάμ, Ἁβραάμ· ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ.

Genesis 22:14

14 Καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν· ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη.

Deuteronomy 32:36

36 Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· εἶδε γὰρ παραλελυμένους αὐτοὺς, καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ, καὶ παρειμένους·

Psalms 9:19

19 Ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου.

Psalms 102:13

13 Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός.

Isaiah 42:14

14 Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ὡς ἡ τίκτουσα ἐκαρτέρησα, ἐκστήσω καὶ ξηρανῶ ἅμα.

Jeremiah 8:8

8 Πῶς ἐρεῖτε, ὅτι σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθʼ ἡμῶν ἐστιν; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν.

Habakkuk 1:4

4 Διατοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.

Malachi 2:8

8 Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ, καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευὶ, λέγει Κύριος παντοκράτωρ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.