Psalms 108 Cross References - Brenton_Greek

1 Ὠδὴ ψαλμοῦ τῷ Δαυίδ.
Ἔτοίμη ἡ καρδία μου ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. 2 Ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. 3 Ἐξομολογήσομαί σοι ἐν λαοῖς Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. 4 Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. 5 Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 6 Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. 7 Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. 8 Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς, καὶ Ἐφραὶμ ἀντίληψις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου, 9 Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
10 Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; 11 Οὐχὶ σύ, ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν; 12 Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. 13 Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.

Exodus 15:1

1 Τότε ᾖσε Μωυσῆς καὶ οἱ υἱοὶ Ἰσραὴλ τὴν ᾠδὴν ταύτην τῷ Θεῷ, καὶ εἶπαν, λέγοντες, ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν.

Psalms 16:9

9 Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι·

Psalms 30:12

12 ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.

Psalms 34:1

1 Τῷ Δαυὶδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν.
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.

Psalms 57:7-11

7 Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ. 8 Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. 9 Ἐξομολογήσομαί σοι ἐν λαοῖς Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. 10 Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. 11 Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Psalms 68:1

1 Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμὸς ᾠδῆς.
Αναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ.

Psalms 71:8

8 Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

Psalms 71:15

15 Τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου· ὅτι οὐκ ἔγνων γραμματείας.

Psalms 71:23-24

23 Ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω. 24 Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.

Psalms 104:33

33 Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Psalms 138:1

1 Ψαλμὸς τῷ Δαυὶδ, Ἀγγαίου καὶ Ζαχαρίου.
Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στόματός μου.

Psalms 145:1-2

1 Αἴνεσις τοῦ Δαυίδ.
Ὑψωσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 2 Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Psalms 145:21-146:2

21 Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Judges 5:12

12 Ἐξεγείρου, ἐξεγείρου, Δεββῶρα· ἐξεγείρου, ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα Βαρὰκ, καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς Ἀβινεέμ.

Psalms 33:2

2 Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ.

Psalms 57:8

8 Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου.

Psalms 69:30

30 Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετʼ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει·

Psalms 81:2

2 Λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας.

Psalms 92:1-4

1 Ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου.
Ἀγαθον τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε· 2 τοῦ ἀναγγέλλειν τοπρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, 3 ἐν δεκαχόρδῳ ψαλτηρίῳ, μετʼ ᾠδῆς ἐν κιθάρᾳ. 4 Ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.

Psalms 103:22

22 Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.

Psalms 22:22

22 Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.

Psalms 22:27

27 Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.

Psalms 96:10

10 Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαοὺς ἐν εὐθύτητι.

Psalms 117:1

1 Ἀλληλούϊα.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Psalms 138:4-5

4 Ἐξομολογησάσθωσάν σοι Κύριε πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου. 5 Καὶ ἆσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξα Κυρίου.

Zephaniah 3:14

14 Χαῖρε θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου θύγατερ Ἱερουσαλήμ.

Zephaniah 3:20

20 καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς, καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ ἐπιστρέφειν με τήν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.

Psalms 36:5

5 Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.

Psalms 85:10

10 Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.

Psalms 89:2

2 Ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου.

Psalms 89:5

5 Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.

Psalms 103:11

11 Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.

Psalms 113:4

4 Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.

Isaiah 55:9

9 Ἀλλʼ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.

Micah 7:18-20

18 Τίς Θεὸς ὥσπερ σύ, ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ; καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. 19 Ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἁμαρτίας ἡμῶν. 20 Δώσει εἰς ἀλήθειαν τῷ Ἰακὼβ, ἔλεον τῷ Ἁβραὰμ, καθότι ὤμοσας τοῖς πατράσιν ἡμῶν, κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.

1 Chronicles 29:10-13

10 Καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυὶδ τὸν Κύριον ἐνώπιον τῆς ἐκκλησίας, λέγων,
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς Ἰσραὴλ, ὁ πατὴρ ἡμῶν, ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. 11 Σοί Κύριε ἡ μεγαλωσύνη, καὶ ἡ δύναμις, καὶ τὸ καύχημα, καὶ ἡ νίκη, καὶ ἡ ἰσχύς, ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις· ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς, καὶ ἔθνος. 12 Παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις Κύριε, ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία; καὶ ἐν χειρί σου παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα. 13 Καὶ νῦν Κύριε ἐξομολογούμεθά σοι, καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου.

Psalms 8:1

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαυίδ.
Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ; ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.

Psalms 21:13

13 Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

Psalms 57:5

5 Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Psalms 57:11

11 Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Psalms 72:19

19 καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· γένοιτο, γένοιτο.

Psalms 148:13

13 αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ,

Isaiah 6:3

3 Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον, ἅγιος ἅγιος ἅγιος Κύριος σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.

Exodus 15:6

6 Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς.

Deuteronomy 33:12

12 Καὶ τῷ Βενιαμὶν εἶπεν, ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθώς, καὶ ὁ Θεός σκιάζει ἐπʼ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀναμέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε.

2 Samuel 12:25

25 Καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰεδεδὶ, ἕνεκεν Κυρίου.

1 Kings 18:24

24 Καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου· καὶ ἔσται ὁ θεὸς ὃς ἂν ἐπακούσῃ ἐν πυρὶ, οὗτος Θεός· καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς, καὶ εἶπον, καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας.

1 Kings 18:26

26 Καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν, καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωΐθεν ἕως μεσημβρίας, καὶ εἶπον, ἐπάκουσον ἡμῶν ὁ Βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ, καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν.

1 Kings 18:29

29 καὶ προφήτευον ἕως οὗ παρῆλθε τὸ δειλινόν· καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν, καὶ ἐλάλησεν Ἠλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων, λέγων, μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· Καὶ μετέστησαν, καὶ ἀπῆλθον.

1 Kings 18:36-37

36 Καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραὴλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρὶ, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ ἐγὼ δοῦλός σου, καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα. 37 Ἐπάκουσόν μου Κύριε, ἐπάκουσόν μου, καὶ γνώτω ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς, καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω.

2 Chronicles 32:20-22

20 Καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς, καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων, καὶ ἐβόησαν εἰς τὸν οὐρανόν. 21 Καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ· καὶ ἀπέστρεψε μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν ἑαυτοῦ, καὶ ἦλθεν εἰς οἶκον Θεοῦ αὐτοῦ· καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαίᾳ. 22 Καὶ ἔσωσε Κύριος τὸν Ἐζεκίαν καὶ τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ ἐκ χειρὸς Σενναχηρὶμ βασιλέως Ἀσσοὺρ, καὶ ἐκ χειρὸς πάντων, καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν.

Psalms 35:1-3

1 Τῷ Δαυίδ.
Δικάσον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. 2 Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. 3 Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἶπον τῇ ψυχῇ μου, σωτηρία σού εἰμι ἐγώ.

Psalms 54:1

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυὶδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαοὺλ, οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρʼ ἡμῖν;
Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.

Psalms 60:5-12

5 Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
6 Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. 7 Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆ, καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου, 8 Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
9 Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; 10 Οὐχὶ σύ, ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν; 11 Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.
12 Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.

Psalms 98:1-2

1 Ψαλμὸς τῷ Δαυίδ.
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
2 Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.

Psalms 144:5-7

5 Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται. 6 Ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. 7 Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων·

Isaiah 51:2-11

2 Ἐμβλέψατε εἰς Ἁβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα αὐτὸν, καὶ ἠγάπησα αὐτὸν, καὶ ἐπλήθυνα αὐτόν. 3 Καὶ σὲ νῦν παρακαλέσω Σιὼν, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ τὰ πρὸς δυσμὰς αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.
4 Ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς πρὸς μὲ ἐνωτίσασθε, ὅτι νόμος παρʼ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. 5 Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. 6 Ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατέ εἰς τὴν γῆν κάτω· ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ.
7 Ἀκούσατέ μου οἱ εἰδότες κρίσιν, λαός οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. 8 Ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.
9 Ἐξεγείρου ἐξεγείρου Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου, ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. Οὐ σὺ εἶ 10 ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις καὶ λελυτρωμένοις; 11 ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετʼ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν αἴνεσις καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

Isaiah 65:24

24 Καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς, ἐγὼ ὑπακούσομαι αὐτῶν· ἔτι λαλούντων αὐτῶν, ἐρῶ, τί ἐστι;

Jeremiah 33:3

3 Κέκραξον πρὸς μὲ, καὶ ἀποκριθήσομαί σοι, καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρὰ, ἃ οὐκ ἔγνως αὐτά.

Genesis 33:17

17 Καὶ Ἰακὼβ ἀπαίρει εἰς σκηνάς, καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας, καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησε σκηνάς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί.

Joshua 17:7

7 Καὶ ἐγενήθη ὅρια υἱῶν Μανασσῆ Δηλανὰθ, ἥ ἐστι κατὰ πρόσωπον υἱῶν Ἀνὰθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ἰαμὶν καὶ Ἰασσὶβ ἐπὶ πηγὴν Θαφθώθ.

Joshua 20:7

7 Καὶ διέστειλε τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλὶ, καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ, καὶ τὴν πόλιν Ἀρβὸκ, αὕτη ἐστὶ Χεβρών, ἐν τῷ ὄρει τῷ Ἰούδα.

Joshua 24:1

1 Καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ἰσραὴλ εἰς Σηλὼ, καὶ συνεκάλεσε τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ Θεοῦ.

Judges 8:5-6

5 Καὶ εἶπε τοῖς ἀνδράσι Σοκχὼθ, δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσι, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεὲ καὶ Σελμανὰ βασιλέων Μαδιάμ. 6 Καὶ εἶπον οἱ ἄρχοντες Σοκχὼθ, μὴ χεὶρ Ζεβεὲ καὶ Σελμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τῇ δυνάμει σου ἄρτους;

2 Samuel 7:20-29

20 Καὶ τί προσθήσει Δαυὶδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, Κύριέ μου Κύριε, 21 καὶ διὰ τὸν λόγον σου πεποίηκας, καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην, γνωρίσαι τῷ δούλῳ σου, 22 ἕνεκεν τοῦ μεγαλῦναί σε, Κύριέ μου· ὅτι οὐκ ἔστιν ὡς σὺ, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν. 23 Καὶ τίς ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὓς ἐλυτρώσω, σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα; 24 Καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ἰσραὴλ εἰς λαὸν ἕως αἰῶνος, καὶ σύ Κύριε ἐγένου αὐτοῖς εἰς Θεόν. 25 Καὶ νῦν, Κύριέ μου, ῥῆμα, ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως τοῦ αἰῶνος, Κύριε παντοκράτωρ Θεὲ τοῦ Ἰσραήλ· καὶ νῦν καθὼς ἐλάλησας, 26 Μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος. 27 Κύριε παντοκράτωρ Θεὸς Ἰσραὴλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου, λέγων, οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην. 28 Καὶ νῦν, Κύριέ μου Κύριε, σὺ εἶ ὁ Θεὸς, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοὶ, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα. 29 Καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου· ὅτι σύ, Κύριέ μου Κύριε ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα.

Psalms 16:9-11

9 Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι· 10 Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 11 Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.

Psalms 89:35-36

35 Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. 36 Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου,

Amos 4:2

2 Ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ, διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφʼ ὑμᾶς, καὶ λήψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθʼ ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοὶ,

Genesis 49:10

10 Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἐὰν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς προσδοκία ἐθνῶν.

Deuteronomy 33:17

17 Πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα, ἕως ἀπʼ ἄκρου γῆς· αὗται μυριάδες Ἐφραὶμ, καὶ αὗται χιλιάδες Μανασσῆ.

Joshua 13:8-11

8 Ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ· ταῖς δυσὶ φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, τῷ Ῥουβὴν, καὶ τῷ Γάδ, ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· κατʼ ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς ὁ παῖς Κυρίου, 9 ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος, καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβάν· 10 Πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμοῤῥαίων, ὃς ἐβασίλευσεν ἐν Ἐσεβών ἕως τῶν ὁρίων υἱῶν Ἀμμῶν· 11 Καὶ τὴν Γαλααδίτιδα, καὶ τὰ ὅρια Γεσιρὶ, καὶ τοῦ Μαχατί, πᾶν ὄρος Ἀερμὼν καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Ἀχά·

1 Samuel 28:4

4 Καὶ συναθροίζονται οἱ ἀλλόφυλοι, καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμάν· καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ.

2 Samuel 2:8

8 Καὶ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβε τὸν Ἰεβοσθὲ υἱὸν Σαοὺλ, καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ,

2 Samuel 5:5

5 Ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδαν, καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἱερουσαλήμ.

Psalms 122:5

5 Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυίδ.

Ruth 4:7-8

7 Καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ἰσραὴλ ἐπὶ τὴν ἀγχιστείαν, καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πάντα λόγον· καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ, καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ· καὶ τοῦτο ἦν μαρτύριον ἐν Ἰσραήλ. 8 Καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βοὸζ, κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ.

2 Samuel 8:1-2

1 Καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους, καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβε Δαυὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.
2 Καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ, καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε· καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια.

2 Samuel 21:15-22

15 Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ἰσραήλ· καὶ κατέβη Δαυὶδ καὶ οἱ παῖδες αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων· καὶ ἐξελύθη Δαυίδ. 16 Καὶ Ἰεσβὶ, ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφὰ, καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ, τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ, καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο τοῦ πατάξαι τὸν Δαυίδ. 17 Καὶ ἐβοήθησεν αὐτῷ Ἀβεσσὰ υἱὸς Σαρουίας, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· τότε ὤμοσαν οἱ ἄνδρες Δαυὶδ, λέγοντες, οὐκ ἐξελεύσῃ ἔτι μεθʼ ἡμῶν εἰς πόλεμον, καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ἰσραήλ.
18 Καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων· τότε ἐπάταξε Σεβοχὰ ὁ Ἀστατωθὶ τὸν Σὲφ ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά.
19 Καὶ ἐγένετο ὁ πόλεμος ἐν Ῥὸμ μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπάταξεν Ἐλεανὰν υἱὸς Ἀριωργὶμ ὁ Βηθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθαῖον· καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. 20 Καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ· καὶ ἦν ἀνὴρ μαδὼν, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ, καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες ἀριθμῷ· καί γε αὐτὸς ἐτέχθη τῷ Ῥαφᾷ. 21 Καὶ ὠνείδισε τὸν Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωνάθαν υἱὸς Σεμεῒ ἀδελφοῦ Δαυίδ.
22 Οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ῥαφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυὶδ, καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.

Psalms 60:8-10

8 Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
9 Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; 10 Οὐχὶ σύ, ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν;

Isaiah 14:29-32

29 Μὴ εὐφρανθείητε οἱ ἀλλόφυλοι πάντες, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. 30 Καὶ βοσκηθήσονται πτωχοὶ διʼ αὐτοῦ· πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. 31 Ὀλολύξατε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ Βοῤῥᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. 32 Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσε Σιὼν, καὶ διʼ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

Psalms 20:6-8

6 Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 7 Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 8 Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.

Psalms 60:1

1 Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραφίαν τῷ Δαυὶδ εἰς διδαχὴν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σοβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας.
Ὁ Θεὸς ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ οἰκτείρησας ἡμᾶς.

Isaiah 63:1-6

1 Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ; οὕτως ὡραῖος ἐν στολῇ, βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.
2 Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; 3 Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετʼ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. 4 Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι. 5 Καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν βοηθός· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. 6 Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.

Jeremiah 49:7-16

7 ΤΗ ἸΔΟΥΜΑΙΑΙ, τάδε λέγει Κύριος, οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμὰν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ᾤχετο σοφία αὐτῶν, 8 ἠπατήθη ὁ τόπος αὐτῶν· Βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδὰν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπʼ αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπʼ αὐτόν. 9 Ὅτι τρυγηταὶ ἦλθον, οἳ οὐ καταλείψουσί σοι κατάλειμμα· ὡς κλέπται ἐν νυκτὶ, ἐπιθήσουσι χεῖρα αὐτῶν.
10 Ὅτι ἐγὼ κατέσυρα τὸν Ἡσαῦ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται, ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ, γείτονος μου, καὶ οὐκ ἔστιν 11 ὑπολείπεσθαι ὀρφανόν σου, ἵνα ζήσηται· καὶ ἐγὼ ζήσομαι, καὶ αἱ χῆραι ἐπʼ ἐμὲ πεποίθασιν·
12 Ὅτι τάδε εἶπε Κύριος, οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς, 13 ὅτι κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν, καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα.
14 Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε, συνάχθητε, καὶ παραγένεσθε εἰς αὐτὴν, ἀνάστητε εἰς πόλεμον. 15 Μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις. 16 Ἡ παιγνία σου ἐνεχείρησέ σοι, ἰταμία καρδίας σου κατέλυσε τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε.

Obadiah 1:3-4

3 Ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν· ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ, τίς κατάξει με ἐπὶ τὴν γῆν; 4 Ἐὰν μετεωρισθῇς, ὡς ἀετὸς, καὶ ἐὰν ἀναμέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.

Numbers 10:9

9 Ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν.

Deuteronomy 20:3-4

3 ἄκουε Ἰσραήλ· ὑμεῖς πορεύεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν· μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν, μὴ φοβεῖσθε, μηδὲ θραύεσθε, μηδὲ ἐκκλίνετε ἀπὸ προσώπου αὐτῶν. 4 Ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος μεθʼ ὑμῶν, συνεκπολεμῆσαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν διασῶσαι ὑμᾶς.

1 Samuel 17:26

26 Καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας τοὺς συνεστηκότας μετʼ αὐτοῦ λέγων, ἢ ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει τὸν ἀλλόφυλον ἐκεῖνον, καὶ ἀφελεῖ ὀνειδισμὸν ἀπὸ Ἰσραήλ; ὅτι τίς ἀλλόφυλος ὁ ἀπερίτμητος αὐτός, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;

1 Samuel 17:36

36 Καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ἰσραήλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;

1 Samuel 29:1-11

1 Καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Ἀφὲκ, καὶ Ἰσραὴλ παρενέβαλεν ἐν Ἀενδὼρ τὴν ἐν Ἰεζραέλ. 2 Καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπʼ ἐσχάτων μετὰ Ἀγχοῦς. 3 Καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων, τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων, οὐχ οὗτος Δαυὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως Ἰσραήλ; γέγονε μεθʼ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφʼ ἧς ἡμέρας ἐνέπεσε πρὸς μὲ καὶ ἕως τῆς ἡμέρας ταύτης. 4 Καὶ ἐλυπήθησαν ἐπʼ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων, καὶ λέγουσιν αὐτῷ, ἀπόστρεψον τὸν ἄνδρα, καὶ ἀποστραφήτω εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθʼ ἡμῶν εἰς τὸν πόλεμον, καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων; 5 Οὐχ οὗτος Δαυὶδ, ᾧ ἐξῆρχον ἐν χοροῖς, λέγοντες, ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;
6 Καὶ ἐκάλεσεν Ἀγχοῦς τὸν Δαυὶδ, καὶ εἶπεν αὐτῷ, ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου και ἡ εἴσοδός σου μετʼ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφʼ ἧς ἡμέρας ἥκεις πρὸς μὲ ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ. 7 Καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσῃς κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων.
8 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφʼ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμήσας τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως;
9 Καὶ ἀπεκρίθη Ἀγχοῦς πρὸς Δαυὶδ, οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλʼ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν, οὐχ ἥξει μεθʼ ἡμῶν εἰς πόλεμον. 10 Καὶ νῦν ὄρθρισον τοπρωῒ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε.
11 Καὶ ὤρθρισε Δαυὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ἰσραήλ.

2 Chronicles 13:12

12 Καὶ ἰδοὺ μεθʼ ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ, καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφʼ ἡμᾶς. Οἱ υἱοὶ τοῦ Ἰσραὴλ, μὴ πολεμήσητε πρὸς Κύριον Θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν.

2 Chronicles 14:11

11 Καὶ ἐβόησεν Ἀσὰ πρὸς Κύριο Θεὸν αὐτοῦ, καὶ εἶπε, Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν, καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος.

2 Chronicles 20:15

15 Καὶ εἶπεν, ἀκούσατε πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ ὁ βασιλεὺς Ἰωσαφάτ· τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς, μὴ φοβεῖσθε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλʼ ἢ τῷ Θεῷ.

Psalms 44:9

9 Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν.

Job 9:13

13 Αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόν.

Job 16:2

2 Ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες.

Psalms 20:1-9

1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Επακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. 2 Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. 3 Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω· διάψαλμα. 4 Δῴη σοι κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 5 Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.
6 Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 7 Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 8 Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 9 Κύριε σῶσον τὸν βασιλέα καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

Psalms 146:3-5

3 Μὴ πεποίθατε ἐπʼ ἄρχοντας, καὶ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. 4 Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
5 Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ·

Isaiah 2:22

Isaiah 30:3-5

3 Ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπʼ Αἴγυπτον ὄνειδος. 4 Ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί. 5 Μάτην κοπιάσουσι πρὸς λαὸν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς ὠφέλειαν καὶ ὄνειδος.

Isaiah 31:3

3 Αἰγύπτιον, ἄνθρωπον καὶ οὐ Θεὸν, ἵππων σάρκας, καὶ οὐκ ἔστι βοήθεια· ὁ δὲ Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπʼ αὐτούς· καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται.

Jeremiah 17:5-8

5 Ἐπικαταρατοσ ὁ ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπʼ ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ ἐπʼ αὐτὸν, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ. 6 Καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά, καὶ κατασκηνώσει ἐν ἁλίμοις, καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται. 7 Καὶ εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· 8 Καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρʼ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ρίζαν αὐτοῦ· οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπʼ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, καὶ οὐ διαλείψει ποιῶν καρπόν.

Lamentations 4:17

17 ΦΗ. Ἔτι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀοφθαλμοὶ ἡμῶν, εἰς τὴν βοήθειαν ἡμῶν μάταια ἀποσκοπευόντων ἡμῶν. ΤΣΑΔΗ. Ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῷζον,

Judges 15:8

8 Καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας Ἠτάμ.

2 Chronicles 20:12

12 Κύριε ὁ Θεὸς ἡμῶν, οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφʼ ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς, ἀλλʼ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.

Psalms 18:29-34

29 Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. 30 Ὁ Θεὸς μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν. 31 Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;
32 Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· 33 ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. 34 Διδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου,

Psalms 18:42

42 Καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.

Psalms 60:12

12 Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.

Psalms 118:6-13

6 Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. 7 Κύριος ἐμοὶ βοηθὸς κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. 8 Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπʼ ἄνθρωπον. 9 Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπʼ ἄρχουσι.
10 Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 11 Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 12 Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 13 Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου.

Psalms 144:1

1 Τῷ Δαυὶδ πρὸς τὸν Γολιάδ.
Εὐλογήτοσ Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον·

Isaiah 25:10

10 Ανάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις.

Isaiah 63:3

3 Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετʼ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.