Psalms 104:30 Cross References - Brenton_Greek

30 Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

Job 26:13

13 Κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν· προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην.

Job 33:4

4 Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με.

Psalms 33:6

6 Τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.

Isaiah 32:14-15

14 Πόλις πλουσία, οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως ἀφήσουσιν οἴκους ἐπιθυμήματος· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων, 15 ἕως ἂν ἔλθῃ ἐφʼ ὑμᾶς πνεῦμα ἀφʼ ὑψηλοῦ· καὶ ἔσται ἔρημος ὁ Χέρμελ, καὶ ὁ Χέρμελ εἰς δρυμὸν λογισθήσεται.

Isaiah 65:17

17 Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδʼ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν,

Isaiah 66:22

22 Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιον ἐμοῦ, λέγει Κύριος, οὕτω στήσεται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν.

Ezekiel 37:9

9 Καὶ εἶπε πρὸς μὲ, προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι, τάδε λέγει Κύριος, ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.