9 ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου, καὶ σὸν βίον ἀνελεήμοσιν·
Proverbs 5:9 Cross References - Brenton_Greek
Genesis 38:23-26
23 Εἶπε δὲ Ἰούδας, ἐχέτω αὐτά· ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας. 24 Ἐγένετο δὲ μετὰ τρίμηνον ἀνηγγέλη τῷ Ἰούδᾳ, λέγοντες, ἐκπεπόρνευκε Θάμαρ ἡ νύμφη σου, καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας· Εἶπε δὲ Ἰούδας, ἐξαγάγετε αὐτὴν, καὶ κατακαυθήτω. 25 Αὐτὴ δὲ ἀγομένη ἀπέστειλε πρὸς τὸν πενθερὸν αὐτὴς, λέγουσα, ἐκ τοῦ ἀνθρώπου οὗτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω· καὶ εἶπεν, ἐπίγνωθι, τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος, καὶ ἡ ῥάβδος αὕτη. 26 Ἐπέγνω δὲ Ἰούδας, καὶ εἶπε, δεδικαίωται Θάμαρ ἢ ἐγώ· οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼν τῷ υἱῷ μου. Καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.
Judges 16:19-21
19 Καὶ ἐκοίμισε Δαλιδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς· καὶ ἐκάλεσεν ἄνδρα, καὶ ἐξύρησε τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ, καὶ ἤρξατο ταπεινῶσαι αὐτὸν, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπʼ αὐτοῦ. 20 Καὶ εἶπε Δαλιδὰ, ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών· καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ὁ Κύριος ἀπέστη ἀπάνωθεν αὐτοῦ. 21 Καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι, καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν, καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις· καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου.
Nehemiah 13:26
26 Οὐχ οὕτως ἥμαρτε Σαλωμὼν βασιλεὺς Ἰσραήλ; καὶ ἐν ἔθνεσι πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ, καὶ ἀγαπώμενος τῷ Θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ Θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ἰσραὴλ, καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι.
Proverbs 6:29-35
29 Οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς. 30 Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν. 31 Ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν. 32 Ὁ δὲ μοιχὸς διʼ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται, 33 ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. 34 Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως. 35 Θὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.
Hosea 4:13-14
13 Ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη· διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσι. 14 Καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύσωσιν· ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο, καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης.