22 Πόλεις ὀχυρὰς ἐπέβη σοφὸς, καὶ καθεῖλε τὸ ὀχύρωμα, ἐφʼ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς.
Proverbs 21:22 Cross References - Brenton_Greek
2 Samuel 5:6-9
6 Καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν· καὶ ἐῤῥέθη τῷ Δαυὶδ, οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ, λέγοντες, ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε. 7 Καὶ κατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιών· αὕτη ἡ πόλις τοῦ Δαυίδ. 8 Καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τύπτων Ἰεβουσαῖον, ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ. Διὰ τοῦτο ἐροῦσι, τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου. 9 Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυίδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας, καὶ τὸν οἶκον αὐτοῦ.
2 Samuel 20:16-22
16 Καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους, καὶ εἶπεν, ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ἰωάβ, ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν.
17 Καὶ προσήγγισε πρὸς αὐτήν· καὶ εἶπεν ἡ γυνή, εἰ σὺ εἶ Ἰωάβ; ὁ δὲ εἶπεν, ἐγώ· εἶπε δὲ αὐτῷ, ἄκουσον τοὺς λόγους τῆς δούλης σου· καὶ εἶπεν Ἰωὰβ, ἀκούω ἐγώ εἰμι. 18 Καὶ εἶπε λέγουσα, λόγον ἐλάλησαν ἐν πρώτοις, λέγοντες, ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ· ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Ἀβὲλ, καὶ οὕτως εἰ ἐξέλιπον. 19 Ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ· σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου; 20 Καὶ ἀπεκρίθη Ἰωὰβ, καὶ εἶπεν, ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ φθερῶ. 21 Οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφραὶμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἰωὰβ, ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ριφήσεται πρὸς σὲ διὰ τοῦ τείχους.
22 Καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν, καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί· καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς Ἰωάβ· καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπʼ αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ἰωὰβ ἀπέστρεψεν εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα.

Proverbs 24:5
5 Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
Ecclesiastes 7:19
19 20 Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει.
Ecclesiastes 9:13-18
13 Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρὸς μέ· 14 Πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ ἐπʼ αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώσῃ αὐτὴν, καὶ οἰκοδομήσῃ ἐπʼ αὐτὴν χάρακας μεγάλους· 15 καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα σοφὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου. 16 Καὶ εἶπα ἐγώ, ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι.
17 Λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύναις.
18 Ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου· καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολλήν.