16 ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοί εἰσὶν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ἰσραὴλ εἴληφα αὐτοὺς ἐμοί.
Numbers 8:16 Cross References - Brenton_Greek
Numbers 3:9
9 Καὶ δώσεις τοὺς Λευίτας Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοί εἰσιν ἀπὸ τῶν υἱῶν Ἰσραήλ.
Numbers 3:12
12 καὶ ἰδοὺ ἐγὼ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται.
Numbers 3:45
45 λάβε τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων υἱῶν Ἰσραὴλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ Κύριος.