17 Καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, πᾶσαν γυναῖκα, ἥτις ἔγνω κοίτην ἄρσενος, ἀποκτείνατε.
Numbers 31:17 Cross References - Brenton_Greek
Deuteronomy 7:2
2 καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις αὐτούς· ἀφανισμῷ ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτοὺς,
Deuteronomy 20:16-18
16 Οὐ ζωγρήσετε πᾶν ἐμπνέον, 17 ἀλλʼ ἢ ἀναθέματι ἀναθεματιεῖτε αὐτοὺς, τὸν Χετταῖον, καὶ Ἀμοῤῥαῖον, καὶ Χαναναῖον, καὶ Φερεζαῖον, καὶ Εὐαῖον, καὶ Ἰεβουσαῖον, καὶ Γεργεσαῖον, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, 18 ἵνα μὴ διδάξωσι ποιεῖν ὑμᾶς πάντα τὰ βδελύγματα αὐτῶν, ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν, καὶ ἁμαρτήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν.
Judges 21:11-12
11 Καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εὐδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε· τὰς δὲ παρθένους, περιποιήσεσθε· καὶ ἐποίησαν οὕτως.
12 Καὶ εὗρον ἀπὸ οἰκούντων Ἰαβεῖς Γαλαὰδ, τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼμ τὴν ἐν γῇ Χαναάν.
12 Καὶ εὗρον ἀπὸ οἰκούντων Ἰαβεῖς Γαλαὰδ, τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼμ τὴν ἐν γῇ Χαναάν.