Numbers 31:14 Cross References - Brenton_Greek

14 Καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως, χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου.

Exodus 32:19

19 Καὶ ἡνίκα ἤγγιζε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς· καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας, καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος.

Exodus 32:22

22 Καὶ εἶπεν Ἀαρὼν πρὸς Μωυσῆν, μὴ ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου.

Leviticus 10:16

16 Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυσῆς· καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελειμμένους, λέγων,

Numbers 12:3

3 Καὶ ὁ ἄνθρωπος Μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς.

Numbers 31:48

48 Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως, χιλίαρχοι καὶ ἑκατόνταρχοι, καὶ εἶπαν πρὸς Μωυσῆν,

1 Samuel 15:13-14

13 Καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαοὺλ· καὶ εἶπεν αὐτῷ Σαούλ, εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα ὅσα ἐλάλησε Κύριος. 14 Καὶ εἶπε Σαμουὴλ, καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου, καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω;

1 Kings 20:42

42 Καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.

2 Kings 13:19

19 Καὶ ἐλυπήθη ἐπʼ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ εἶπεν, εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας, καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.