28 32(28) Υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν, Μανασσῆ καὶ Ἐφραίμ.
Numbers 26:28 Cross References - Brenton_Greek
Genesis 41:51-52
Genesis 46:20
20 Ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσενὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ, καὶ τὸν Ἐφραίμ· ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ· υἱοὶ δὲ Ἐφραὶμ ἀδελφοῦ Μανασσῆ, Σουταλαὰμ, καὶ Ταάμ· υἱοὶ δὲ Σουταλαὰμ, Ἐδώμ.
Genesis 48:5
5 Νῦν οὖν οἱ δύο υἱοί σου, οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραὶμ καὶ Μανασσῆ· ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι.
Genesis 48:13-20
13 Λαβὼν δὲ Ἰωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφραὶμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραὴλ, τὸν δὲ Μανασσῆ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ Ἰσραὴλ, ἤγγισεν αὐτοὺς αὐτῷ. 14 Ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραὶμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλὰξ τὰς χεῖρας.
15 Καὶ εὐλόγησεν αὐτοὺς, καὶ εἶπεν, ὁ Θεὸς, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἁβραὰμ καὶ Ἰσαὰκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης, 16 ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα· καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου, καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἁβραὰμ καὶ Ἰσαάκ· καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς. 17 Ἰδὼν δὲ Ἰωσὴφ ὅτι ἐπέβαλεν ὁ πατὴρ αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἐφραὶμ, βαρὺ αὐτῷ κατεφάνη· καὶ ἀντελάβετο Ἰωσὴφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς Ἐφραὶμ ἐπὶ τὴν κεφαλὴν Μανασσῆ. 18 Εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ, οὐχ οὕτως, πατὴρ, οὗτος γὰρ ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 19 Καὶ οὐκ ἠθέλησεν, ἀλλ' εἶπεν, οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. 20 Καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ, λέγοντες, ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραὶμ καὶ ὡς Μανασσῆ· καὶ ἔθηκε τὸν Ἐφραὶμ ἔμπροσθεν τοῦ Μανασσῆ.