Numbers 16:45 Cross References - Brenton_Greek

45 ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ· καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.

Numbers 16:21-22

21 ἀποσχίσθητε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ. 22 Καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπαν, Θεὸς, Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς, εἰ ἄνθρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ὀργὴ Κυρίου;

Numbers 16:24

24 λάλησον τῇ συναγωγῇ, λέγων, ἀναχωρήσατε κύκλῳ ἀπὸ τῆς συναγωγῆς Κορέ.

Numbers 16:26

26 Καὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν, λέγων, ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὧν ἐστιν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν.

Numbers 20:6

6 Καὶ ἦλθε Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔπεσον ἐπὶ πρόσωπον· καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς.

1 Chronicles 21:16

16 Καὶ ἐπῇρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀναμέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ἱερουσαλήμ, καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.