31 Καὶ τὰ παιδία, ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι, εἰσάξω αὐτοὺς εἰς τὴν γῆν· καὶ κληρονομήσουσι τὴν γῆν, ἣν ὑμεῖς ἀπέστητε ἀπʼ αὐτῆς.
Numbers 14:31 Cross References - Brenton_Greek
Genesis 25:34
34 Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον, καὶ ἕψημα φακοῦ· καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.
Numbers 14:3
3 καὶ ἱνατί Κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν· νῦν οὖν βέλτιον ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον.
Numbers 26:6
6 Τῷ Ἀσρὼν, δῆμος τοῦ Ἀσρωνί· τῷ Χαρμὶ, δῆμος τοῦ Χαρμί.
Numbers 26:64
64 Καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ἀαρὼν, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινᾷ.
Deuteronomy 1:39
39 Καὶ πᾶν παιδίον νέον ὅστις οὐκ οἶδε σήμερον ἀγαθὸν ἢ κακὸν, οὗτοι εἰσελεύσονται ἐκεῖ, καὶ τούτοις δώσω αὐτὴν, καὶ αὐτοὶ κληρονομήσουσιν αὐτήν.
Psalms 106:24
24 Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, καὶ οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ.
Proverbs 1:25
25 ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλὰς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις προσείχετε·
Proverbs 1:30
30 οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.