8 9 Τῆς φυλῆς Ἐφραὶμ, Αὐσὴ υἱὸς Ναυή.
Numbers 13:8 Cross References - Brenton_Greek
Exodus 17:9-13
9 Εἶπε δὲ Μωυσῆς τῷ Ἰησοῖ, ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον· καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. 10 Καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν αὐτῷ Μωυσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ Ἀμαλήκ· καὶ Μωυσῆς καὶ Ἀαρὼν καὶ Ὢρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ. 11 Καὶ ἐγίνετο ὅταν ἐπῇρε Μωυσῆς τὰς χεῖρας, κατίσχυεν Ἰσραήλ· ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ. 12 Αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι· καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπʼ αὐτὸν, καὶ ἐκάθητο ἐπʼ αὐτοῦ· καὶ Ἀαρὼν καὶ Ὢρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς· καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου. 13 Καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλὴκ, καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας.
Exodus 24:13
13 Καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ.
Exodus 32:17
17 Καὶ ἀκούσας Ἰησοῦς τῆς φωνῆς τοῦ λαοῦ κραζόντων, λέγει πρὸς Μωυσῆν, φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ.
Numbers 11:28
28 Καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυὴ, ὁ παρεστηκὼς Μωυσῇ, ὁ ἐκλεκτὸς, εἶπε, κύριε Μωυσῆ, κώλυσον αὐτούς.
Numbers 13:16
16 17 Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν· καὶ ἐπωνόμασε Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ, Ἰησοῦν.
Numbers 27:18-22
18 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάβε πρὸς σεαυτὸν Ἰησοῦν υἱὸν Ναυή, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπʼ αὐτόν. 19 Καὶ στήσεις αὐτὸν ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν. 20 καὶ δώσεις τῆς δόξης σου ἐπʼ αὐτὸν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ. 21 Καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται, καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ ὁμοθυμαδὸν, καὶ πᾶσα ἡ συναγωγή.
22 Καὶ ἐποίησε Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ Κύριος· καὶ λαβὼν τὸν Ἰησοῦν, ἔστησεν αὐτὸν ἐναντίον Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον πάσης συναγωγῆς,

Deuteronomy 31:7-8
7 Καὶ ἐκάλεσε Μωυσῆς Ἰησοῦν, καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ἰσραὴλ, ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτοῖς. 8 Καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ, οὐκ ἀνήσει σε, οὐδὲ μή σε ἐγκαταλίπῃ· μὴ φοβοῦ, μηδὲ δειλία.
Deuteronomy 31:14
14 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἰδοὺ ἐγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου· κάλεσον Ἰησοῦν, καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐντελοῦμαι αὐτῷ· καὶ ἐπορεύθη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
Deuteronomy 31:23
23 Καὶ ἐνετείλατο Ἰησοῖ, καὶ εἶπεν, ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς Κύριος, καὶ αὐτὸς ἔσται μετὰ σοῦ.
Deuteronomy 32:44
44 Καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ· καὶ εἰσῆλθε Μωυσῆς, καὶ ἐλάλησε πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὦτα τοῦ λαοῦ, αὐτὸς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
Deuteronomy 34:9
9 Καὶ Ἰησοῦς υἱὸς Ναυὴ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπʼ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
Joshua 1:1-9
1 ΚAI ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ, εἶπε Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυὴ τῷ ὑπουργῷ Μωυσῆ, λέγων,
2 Μωυσῆς ὁ θεράπων μου τετελεύτηκε· νῦν οὖν ἀναστὰς, διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς. 3 Πᾶς ὁ τόπος, ἐφʼ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτὸν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ· 4 Tὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης· ἀφʼ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν.
5 Οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε, οὐδʼ ὑπερόψομαί σε. 6 Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς. 7 Ἴσχυε οὖν καὶ ἀνδρίζου, φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου· καὶ οὐκ ἐκκλινεῖς ἀπʼ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς. 8 Καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτὸς, ἵνα εἰδῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ, καὶ εὐοδώσεις τὰς ὁδούς σου, καὶ τότε συνήσεις. 9 Ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς, μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ Κύριος ὁ Θεός σου εἰς πάντα οὗ ἐὰν πορεύῃ.
Joshua 1:16
16 Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν, πάντα ὅσα ἐὰν ἐντείλῃ ἡμῖν, ποιήσομεν, καὶ εἰς πάντα τόπον οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς, πορευσόμεθα·
Joshua 24:1-33
1 Καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ἰσραὴλ εἰς Σηλὼ, καὶ συνεκάλεσε τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ Θεοῦ.
2 Καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαὸν, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, πέραν τοῦ ποταμοῦ παρῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπαρχῆς, Θάρα ὁ πατὴρ Ἁβραὰμ, καὶ ὁ πατὴρ Ναχὼρ, καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις. 3 Καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Ἁβραὰμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ· καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα, 4 καὶ ἔδωκα αὐτῷ τὸν Ἰσαὰκ, καὶ τῷ Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ· καὶ ἔδωκα τῷ Ἡσαῦ τὸ ὄρος τὸ Σηεὶρ κληρονομῆσαι αὐτῷ· καὶ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον, καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν· καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι. 5 Καὶ ἐπάταξε τὴν Αἴγυπτον ἐν σημείοις, οἷς ἐποίησεν ἐν αὐτοῖς. 6 Καὶ μετὰ ταῦτα ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν· καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ἡμῶν ἐν ἅρμασι καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν. 7 Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον· καὶ ἔδωκε νεφέλην καὶ γνόφον ἀναμέσον ἡμῶν καὶ ἀναμέσον τῶν Αἰγυπτίων, καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς τὴν θάλασσαν, καὶ ἐκάλυψεν αὐτούς· καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησε Κύριος ἐν γῇ Αἰγύπτῳ· καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους.
8 Καὶ ἤγαγεν ἡμᾶς εἰς γῆν Ἀμοῤῥαίων τῶν κατοικούντων πέραν τοῦ Ἰορδάνου, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ὑμῶν· καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν, καὶ ἐξωλοθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν.
9 Καὶ ἀνέστη Βαλὰκ ὁ τοῦ Σεπφὼρ βασιλεὺς Μωὰβ, καὶ παρετάξατο τῷ Ἰσραὴλ, καὶ ἀποστείλας ἐκάλεσε τὸν Βαλαὰμ ἀράσασθαι ἡμῖν. 10 Καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου ἀπολέσαι σε· καὶ εὐλογίαις εὐλόγησεν ὑμᾶς, καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν, καὶ παρέδωκεν αὐτούς. 11 Καὶ διέβητε τὸν Ἰορδάνην, καὶ παρεγενήθητε εἰς Ἱεριχὼ· καὶ ἐπολέμησαν πρὸς ἡμᾶς οἱ κατοικοῦντες Ἱεριχώ ὁ Ἀμοῤῥαῖος, καὶ ὁ Χαναναῖος, καὶ ὁ Φερεζαῖος, καὶ ὁ Εὐαῖος, καὶ ὁ Ἰεβουσαῖος, καὶ ὁ Χετταῖος, καὶ ὁ Γεργεσαῖος· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ὑμῶν. 12 Καὶ ἐξαπέστειλε προτέραν ὑμῶν τὴν σφηκιάν· καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν δώδεκα βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου.
13 Καὶ ἔδωκεν ὑμῖν γῆν ἐφʼ ἣν οὐκ ἐκοπιάσατε ἐπʼ αὐτῆς, καὶ πόλεις ἃς οὐκ ᾠκοδομήκατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς, καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς, ἔδεσθε.
14 Καὶ νῦν φοβήθητε Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ἡμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύσατε Κυρίῳ. 15 Εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμοῤῥαίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι.
16 Καὶ ἀποκριθεὶς ὁ λαὸς εἶπε, μὴ γένοιτο ἡμῖν καταλιπεῖν Κύριον, ὥστε λατρεύειν θεοῖς ἑτέροις. 17 Κύριος ὁ Θεὸς ἡμῶν, αὐτὸς Θεός ἐστιν· αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ ᾗ ἐπορεύθημεν ἐν αὐτῇ, καί ἐν πᾶσι τοῖς ἔθνεσιν οὓς παρήλθομεν διʼ αὐτῶν. 18 Καὶ ἐξέβαλε Κύριος τὸν Ἀμοῤῥαῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν· ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν Κυρίῳ, οὗτος γὰρ Θεὸς ἡμῶν ἐστι.
19 Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, οὐ μὴ δύνησθε λατρεύειν Κυρίῳ, ὅτι ὁ Θεὸς ἅγιός ἐστι· καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει τὰ ἁμαρτήματα ὑμῶν καὶ τὰ ἀνομήματα ὑμῶν, 20 ἡνίκα ἂν ἐγκαταλίπητε Κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις· καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθʼ ὧν εὖ ἐποίησεν ὑμᾶς. 21 Καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν, οὐχί, ἀλλὰ Κυρίῳ λατρεύσομεν.
22 Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, μάρτυρες ὑμεῖς καθʼ̓ ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κυρίῳ λατρεύειν αὐτῷ. 23 Καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν, καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον Θεὸν Ἰσραήλ. 24 Καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν, Κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα.
25 Καὶ διέθετο Ἰησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλὼ ἐνώπιον τῆς σκηνῆς τοῦ Θεοῦ Ἰσραήλ. 26 Καὶ ἔγραψε τὰ ῥήματα ταῦτα εἰς βιβλίον νόμων τοῦ Θεοῦ· καὶ ἔλαβε λίθον μέγαν, καὶ ἔστησεν αὐτὸν Ἰησοῦς ὑπὸ τὴν τερέμινθον ἀπέναντι Κυρίου. 27 Καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαὸν, ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον, ὅτι αὐτὸς ἀκήκοε πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ Κυρίου· ὅτι ἐλάλησε πρὸς ὑμᾶς σήμερον, καὶ οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἂν ψεύσησθε Κυρίῳ τῷ Θεῷ μου. 28 Καὶ ἀπέστειλεν Ἰησοῦς τὸν λαὸν, καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. 29 30(29) Καὶ ἐγένετο μετʼ ἐκεῖνα καὶ ἀπέθανεν Ἰησοῦς υἱὸς Ναυὴ δοῦλος Κυρίου ἑκατὸν δέκα ἐτῶν. 30 31(30) Καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμνασασὰχ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ ἀπὸ βοῤῥᾶ τοῦ ὄρους τοῦ Γαλαάδ· ἐκεῖ ἔθηκαν μετʼ αὐτοῦ εἰς τό μνῆμα εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ, τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐν Γαλγάλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου, καθὰ συνέταξεν αὐτοῖς Κύριος· καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας.
31 29(31) Καὶ ἐλάτρευσεν Ἰσραὴλ τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ, καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ Ἰησοῦ, καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα Κυρίου ὅσα ἐποίησε τῷ Ἰσραήλ.
32 Καὶ τὰ ὀστᾶ Ἰωσὴφ ἀνήγαγον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ κατώρυξαν ἐν Σικίμοις, ἐν τῇ μερίδι τοῦ ἀγροῦ οὗ ἐκτήσατο Ἰακὼβ παρὰ τῶν Ἀμοῤῥαίων τῶν κατοικούντων ἐν Σικίμοις ἀμνάδων ἑκατὸν, καὶ ἔδωκεν αὐτὴν Ἰωσὴφ ἐν μερίδι.
33 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ἐλεάζαρ υἱὸς Ἀαρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε, καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει Ἐφραίμ.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ἰσραὴλ τὴν κιβωτὸν τοῦ Θεοῦ, περιεφέροσαν ἐν ἑαυτοῖς· καὶ Φινεὲς ἱεράτευσεν ἀντὶ Ἐλεάζαρ τοῦ πατρὸς αὐτοῦ, ἕως ἀπέθανε, καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτοῦ· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν, καὶ εἰς τὴν ἑαυτῶν πόλιν· καὶ ἐσέβοντο οἱ υἱοὶ Ἰσραὴλ τὴν Ἀστάρτην, καὶ Ἀσταρὼθ, καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἐγλὼμ τῷ βασιλεῖ Μωάβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ.