Numbers 12:8 Cross References - Brenton_Greek

8 Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ διʼ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδε· καὶ διατί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ;

Exodus 20:4

4 Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.

Exodus 24:10-11

10 Καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς τοῦ Ἰσραήλ· καὶ τά ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι. 11 Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον.

Exodus 33:11

11 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον· καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυῆ νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς.

Exodus 33:19

19 Καὶ εἶπεν, ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω.

Exodus 33:23

23 Καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψει τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.

Exodus 34:5-7

5 Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου. 6 Καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσε, Κύριος ὁ Θεὸς οἰκτίρμων, καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, 7 καὶ δικαιοσύνην διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας, καὶ ἀδικίας, καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ τρίτην καὶ τετάρτην γενεάν.

Exodus 34:30

30 Καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ τὸν Μωυσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτῷ.

Numbers 14:14

14 Ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν, ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατʼ ὀφθαλμοὺς ὀπτάζῃ Κύριε, καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπʼ αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα.

Deuteronomy 4:15

15 Καὶ φυλάξεσθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι οὐκ εἴδετε ὁμοίωμα ἐν τῇ ἡμέρᾳ ᾗ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός.

Deuteronomy 34:10

10 Καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωυσῆς· ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον

Psalms 17:15

15 Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.

Psalms 49:4

4 Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

Isaiah 40:18

18 Τίνι ὡμοιώσατε Κύριον; καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;

Isaiah 46:5

5 Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε οἱ πλανώμενοι.

Ezekiel 17:2

2 υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ,

Ezekiel 20:49

49 Καὶ εἶπα, μηδαμῶς Κύριε Κύριε· αὐτοὶ λέγουσι πρὸς μὲ, οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη;

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.