Nehemiah 9:4 Cross References - Brenton_Greek

4 Καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν Λευιτῶν Ἰησοῦς, καὶ οἱ υἱοὶ Καδμιὴλ, Σεχενία υἱὸς Σαραβία, υἱοὶ Χωνενί· καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς Κύριον τὸν Θεὸν αὐτῶν.

2 Chronicles 20:19

19 Καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Καὰθ, καὶ ἀπὸ τῶν υἱῶν Κορὲ, αἰνεῖν Κυρίῳ Θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος.

Nehemiah 8:7

7 Καὶ Ἰησοῦς, καὶ Βαναΐας, καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον· καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ.

Nehemiah 9:5

5 Καὶ εἴποσαν οἱ Λευῖται Ἰησοῦς καὶ Καδμιὴλ, ἀνάστητε, εὐλογεῖτε Κύριον τὸν Θεὸν ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ εὐλογήσουσιν ὄνομα δόξης σου, καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει.

Nehemiah 10:9-13

9 Καὶ οἱ Λευῖται, Ἰησοῦς υἱὸς Ἀζανία, Βαναίου ἀπὸ υἱῶν Ἠναδὰδ, Καδμιὴλ 10 καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανία, Ὠδουΐα, Καλιτὰν, Φελία, Ἀνὰν, 11 Μιχὰ, Ῥοὼβ, Ἀσεβίας, 12 Ζακχὼρ, Σαραβία, Σεβανία, 13 Ὠδούμ· υἱοὶ Βανουναῒ.

Nehemiah 12:8

8 Καὶ οἱ Λευῖται, Ἰησοῦ, Βανουὶ, Καδμιὴλ, Σαραβία, Ἰωδαὲ, Ματθανία, ἐπὶ τῶν χειρῶν αὐτὸς,

Psalms 3:4

4 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ· διάψαλμα.

Psalms 77:1

1 Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺν ψαλμὸς τῷ Ἀσάφ.
Φωνῄ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι.

Psalms 130:1

1 Ὠδὴ τῶν ἀναβαθμῶν.
Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε.

Lamentations 3:8

8 ΓΙΜΕΛ. Καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξε προσευχήν μου·

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.