Nehemiah 4:9 Cross References - Brenton_Greek

9 Καὶ προσηυξάμεθα πρὸς τὸν Θεὸν ἡμῶν, καὶ ἐστήσαμεν προφύλακας ἐπʼ αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν.

Genesis 32:9-12

9 Εἶπε δὲ Ἰακώβ, ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, Κύριε σὺ ὁ εἰπών μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ εὖ σε ποιήσω· 10 Ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην τοῦτον· νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς. 11 Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου, ἐκ χειρὸς Ἡσαῦ· ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μή ποτε ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. 12 Σὺ δὲ εἶπας, εὖ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.

Genesis 32:28

28 Καὶ εἶπεν αὐτῷ, οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλʼ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ.

2 Kings 19:14-19

14 Καὶ ἔλαβεν Ἐζεκίας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων, καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον Κυρίου, καὶ ἀνέπτυξεν αὐτὰ Ἐζεκίας ἐναντίον Κυρίου, 15 καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ εἶ ὁ Θεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 16 Κλῖνον Κύριε, τὸ οὖς σου καὶ ἄκουσον, ἄνοιξον, Κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ, καὶ ἄκουσον τοὺς λόγους Σενναχηρὶμ οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα. 17 Ὅτι ἀληθείᾳ Κύριε ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔθνη, 18 καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ θεοί εἰσιν, ἀλλʼ ἢ ἔργα χειρῶν ἀνθρώπων ξύλα καὶ λίθος· καὶ ἀπώλεσαν αὐτούς. 19 Καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς, ὅτι σὺ Κύριος ὁ Θεὸς μόνος.

Nehemiah 4:11

11 Καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς, οὐ γνώσονται καὶ οὐκ ὄψονται, ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν, καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον.

Psalms 50:15

15 Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με· διάψαλμα.

Psalms 55:16-22

16 Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. 17 Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. 18 Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. 19 Εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει αὐτοὺς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· διάψαλμα.
Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν. 20 Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. 21 Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.
22 Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.