Nehemiah 1:6 Cross References - Brenton_Greek

6 ἔστω δὴ τὸ οὖς σου προσέχον, καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι, τοῦ ἀκοῦσαι προσευχὴν τοῦ δούλου σου, ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ἰσραὴλ δούλων σου· καὶ ἐξαγορεύσω ἐπὶ ἁμαρτίαις υἱῶν Ἰσραὴλ αἷς ἡμάρτομέν σοι· καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν.

1 Samuel 15:11

11 παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέ μου, καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε· καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα.

1 Kings 8:28-29

28 Καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀκούειν τῆς προσευχῆς ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον, 29 τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτὸς, εἰς τὸν τόπον, ὃν εἶπας, ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός.

2 Chronicles 6:40

40 Καὶ νῦν Κύριε ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι, καὶ τὰ ὦτά σου ἐπήκοα ἐπὶ τὴν δέησιν τοῦ τόπου τούτου.

2 Chronicles 28:10

10 Καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδού εἰμι μεθʼ ὑμῶν μαρτυρῆσαι Κυρίῳ Θεῷ ὑμῶν;

2 Chronicles 29:6

6 Ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου Θεοῦ ἡμῶν, καὶ ἐγκατέλιπαν αὐτὸν, καὶ ἀπέστρεψαν τὸ πρόσωπον αὐτῶν ἀπὸ τῆς σκηνῆς Κυρίου, καὶ ἔδωκαν αὐχένα,

Ezra 9:6-7

6 Καὶ εἶπα, Κύριε, ᾐσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι, Θεέ μου, τὸ πρόσωπόν μου πρὸς σὲ, ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ κεφαλῆς ἡμῶν, καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς τὸν οὐρανόν. 7 Ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμὲν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ, καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ, καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη.

Ezra 10:1

1 Καὶ ὡς προσηύξατο Ἔσδρας, καὶ ὡς ἐξηγόρευσε κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ Θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰσραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι, ὅτι ἔκλαυσαν ὁ λαὸς, καὶ ὕψωσε κλαίων.

Ezra 10:11

11 Καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν, καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.

Psalms 32:5

5 Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα, ἐξαγορεύσω κατʼ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· διάψαλμα.

Psalms 34:15

15 Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·

Psalms 55:17

17 Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.

Psalms 88:1

1 Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ, εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ τοῦ ἀποκριθῆναι, συνέσεως Αἰμὰν τῷ Ἰσραηλίτῃ.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.

Psalms 106:6

6 Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν.

Psalms 130:2

2 Κύριε εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Isaiah 6:5

5 Καὶ εἶπον, ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

Isaiah 64:6-7

6 καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξεῤῥύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς. 7 Καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου, καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφʼ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν.

Lamentations 3:39-42

39 ΜΗΜ. Τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;
40 ΝΟΥΝ. Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψομεν ἕως Κυρίου. 41 Ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ. 42 Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.

Lamentations 5:7

7 Οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάραχουσιν, ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.

Daniel 9:4

4 Καὶ προσευξάμην πρὸς Κύριον τὸν Θεόν μου, καὶ ἐξωμολογησάμην, καὶ εἶπα, Κύριε ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε, καὶ τοῖς φυλάσσουσι τὰς ἐντολάς σου,

Daniel 9:17-18

17 Καὶ νῦν εἰσάκουσον Κύριε ὁ Θεὸς ἡμῶν τῆς προσευχῆς τοῦ δούλου σου καὶ τῶν δεήσεων αὐτοῦ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου, Κύριε, 18 κλῖνον ὁ Θεός μου τὸ οὗς σου. καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἰδὲ τὸν ἀφανισμὸν ἡμῶν, καὶ τῆς πόλεώς σου ἐφʼ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπʼ αὐτῆς· ὅτι οὐκ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ριπτοῦμεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου, ἀλλʼ ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλούς Κύριε.

Daniel 9:20

20 Καὶ ἔτι ἐμοῦ λαλοῦντος, καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου, καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον τοῦ Κυρίου τοῦ Θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.