Nehemiah 12:23 Cross References - Brenton_Greek

23 Υἱοὶ δὲ Λευὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν, καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλισουέ.

1 Chronicles 9:14-44

14 Καὶ ἐκ τῶν Λευιτῶν, Σαμαΐα υἱὸς Ἀσὼβ, υἱοῦ Ἐζρικὰμ, υἱοῦ Ἀσαβία, ἐκ τῶν υἱῶν Μεραρί. 15 Καὶ Βακβακὰρ, καὶ Ἀρὴς, καὶ Γαλαὰλ, καὶ Ματθανίας υἱὸς Μιχὰ, υἱοῦ Ζεχρὶ, υἱοῦ Ἀσάφ. 16 Καὶ Ἀβδία υἱὸς Σαμία, υἱοῦ Γαλαὰλ, υἱοῦ Ἰδιθοὶν, καὶ Βαραχία υἱὸς Ὀσσὰ, υἱοῦ Ἑλκανὰ, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νωτεφατί. 17 Οἱ πυλωροί, Σαλὼμ, Ἀκοὺμ, Τελμὼν, καὶ Αἰμὰν, καὶ ἀδελφοὶ αὐτῶν· Σαλὼμ ὁ ἄρχων, 18 καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατʼ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί. 19 Καὶ Σαλοὺμ υἱὸς Κορὲ, υἱοῦ Ἀβιασὰφ, υἱοῦ Κορέ· καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς· καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς Κυρίου φυλάσσοντες τὴν εἴσοδον.
20 Καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ ἡγούμενος ἦν ἐπʼ αὐτῶν ἔμπροσθεν Κυρίου, καὶ οὗτοι μετʼ αὐτοῦ. 21 Ζαχαρίας υἱὸς Μασολλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. 22 Πάντες οἱ ἐκλεκτοὶ ἐπὶ τῆς πύλης ἐν ταῖς πύλαις διακόσιοι καὶ δεκαδύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησε Δαυὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν. 23 Καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν. 24 Κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολὰς, θάλασσαν, βοῤῥᾶν, Νότον. 25 Καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων. 26 Ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν. καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν, 27 ὅτι ἐπʼ αὐτοὺς ἡ φυλακή· καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τοπρωῒ πρωῒ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.
28 Καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι, καὶ ἐν ἀριθμῷ ἐξοίσουσι. 29 Καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη, καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ, καὶ τῶν ἀρωμάτων. 30 Καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου, καὶ εἰς τὰ ἀρώματα. 31 Καὶ Ματθαθίας ἐκ τῶν Λευιτῶν, οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορίτῃ, ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. 32 Καὶ Βαναΐας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως, τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. 33 Καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπʼ αὐτοῖς ἐν τοῖς ἔργοις. 34 Οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ.
35 Καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαὼν Ἰεήλ· καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχά. 36 Καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Ἀβαδὼν, καὶ Σοὺρ, καὶ Κὶς, καὶ Βαὰλ, καὶ Νὴρ, καὶ Ναδὰβ, 37 καὶ Γεδοὺρ καὶ ἀδελφὸς, καὶ Ζακχοὺρ, καὶ Μακελώθ. 38 Καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.
39 Καὶ Νὴρ ἐγέννησε τὸν Κὶς, καὶ Κὶς ἐγέννησε τὸν Σαοὶλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ τὸν Μελχισουὲ, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Ἀσαβάλ. 40 Καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ· καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά. 41 Καὶ υἱοὶ Μιχὰ Φιθὼν, καὶ Μαλὰχ, καὶ Θαράχ. 42 Καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά· καὶ Ἰαδὰ ἐγέννησε τὸν Γαλεμὲθ, καὶ τὸν Γαζμὼθ, καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μασσά, 43 καὶ Μασσὰ ἐγέννησε τὸν Βαανὰ, Ῥαφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ. 44 Καὶ τῷ Ἐσὴλ ἓξ υἱοί· καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ, καὶ Ἰσμαὴλ, καὶ Σαραΐα, καὶ Ἀβδία, καὶ Ἀνὰν, καὶ Ἀσά· οὗτοι υἱοὶ Ἐσήλ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.