Micah 2:8 Cross References - Brenton_Greek

8 Καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη, κατέναντι τῆς εἰρήνης αὐτοῦ· τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδας συντριμμὸν πολέμου.

2 Samuel 20:19

19 Ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ· σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου;

2 Chronicles 28:5-8

5 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν, καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ εἰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην. 6 Καὶ ἀπέκτεινε Φακεὲ ὁ τοῦ Ῥομελία βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ καταλιπεῖν αὐτοὺς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν. 7 Καὶ ἀπέκτεινε Ζεχρὶ ὁ δυνατὸς τοῦ Ἐφραὶμ τὸν Μαασίαν τὸν υἱὸν τοῦ βασιλέως, καὶ τὸν Ἐζρικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἑλκανὰ τὸν διάδοχον τοῦ βασιλέως. 8 Καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας καὶ υἱοὺς καὶ θυγατέρας· καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν, καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν.

Psalms 55:20

20 Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.

Psalms 120:6-7

6 Πολλὰ παρῴκησεν ἡ ψυχή μου· 7 μετὰ τῶν μισούντων τὴν εἰρήνην Ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

Isaiah 9:21

21 Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραὶμ, καὶ Ἐφραὶμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν· ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλʼ ἔτι ἡ χείρ ὑψηλή.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.