Leviticus 7:8 Cross References - Brenton_Greek

8 38 Καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως, ἧς προσφέρει αὐτός, αὐτῷ ἔσται.

Genesis 3:21

21 22 Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ, καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς.

Exodus 29:14

14 Τὰ δὲ κρέατα τοῦ μόσχου, καὶ τὸ δέρμα, καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστι.

Leviticus 1:6

6 Καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη,

Leviticus 4:11

11 Καὶ τὸ δέρμα τοῦ μόσχου, καὶ πᾶσαν αὐτοῦ τήν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ·

Numbers 19:5

5 Καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ· καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.