Joshua 3:13 Cross References - Brenton_Greek

13 Καὶ ἔσται, ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ἰορδάνου, τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.

Exodus 14:19-22

19 Ἐξῇρε δὲ ὁ Ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῇρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν, καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν. 20 Καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων, καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς Ἰσραὴλ, καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόφος· καὶ διῆλθεν ἡ νύξ· καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα. 21 Ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν· καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα, καὶ ἐποίησε τὴν θάλασσαν ξηράν· καὶ ἐσχίσθη τὸ ὕδωρ. 22 Καὶ εἰσῆλθον οἱ υἱοὶ Ἰσραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν· καὶ τὸ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων.

Exodus 15:8

8 Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα· ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.

Joshua 3:11

11 Ἰδοὺ ἡ κιβωτὸς διαθήκης Κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ἰορδάνην.

Joshua 3:15-16

15 Ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθʼ̓ ὅλην τὴν κρηπίδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν· 16 Καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα θάλασσαν ἁλὸς, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ.

Psalms 33:7

7 Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.

Psalms 78:13

13 Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτοὺς· ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν.

Psalms 114:3-5

3 Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. 4 Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.
5 Τί σοί ἐστι, θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Habakkuk 3:15

15 Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολύ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.