Joshua 21:18 Cross References - Brenton_Greek

18 καὶ Ἀναθὼθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Γάμαλα, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες.

1 Kings 2:26

26 Καὶ τῷ Ἀβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεὺς, ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν οἷς ἐκακουχήθη ὁ πατήρ μου.

1 Chronicles 6:60

60 Καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαῒ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γαλεμὰθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀναθὼθ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν.

Isaiah 10:30

30 ἡ θυγάτηρ Γαλλεὶμ, ἐπακούσεται Λαϊσά, ἐπακούσεται Ἀναθώθ.

Jeremiah 1:1

1 ΤΟ ῥῆμα τοῦ Θεοῦ ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου, ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθὼθ ἐν γῇ Βενιαμεὶν,

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.