Job 7 Cross References - Brenton_Greek

1 Πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; 2 Ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν Κύριον αὐτοῦ, καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ; 3 Οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. 4 Ἐὰν κοιμηθῶ, λέγω, πότε ἡμέρα; ὡς δʼ ἂν ἀναστῶ, πάλιν, πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ. 5 Φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων. 6 Ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. 7 Μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ, καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν. 8 Οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί· 9 Ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ· ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾄδην, οὐκ ἔτι μὴ ἀναβῇ, 10 οὐδʼ οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδʼ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. 11 Ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
12 Πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπʼ ἐμὲ φυλακήν; 13 Εἶπα ὅτι παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου. 14 Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ὁράμασί με καταπλήσσεις. 15 Ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου. 16 Οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. 17 Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτόν; ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν; 18 Ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωΐ; καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; 19 Ἕως τίνος οὐκ ἐᾷς με, οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου; 20 Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διατί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; 21 Διατί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί.

Leviticus 25:50

50 καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως· καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετʼ αὐτοῦ.

Deuteronomy 15:18

18 Οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ, ὅτι ἐπέτειον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέ σοι ἓξ ἔτη· καὶ εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς.

Job 5:7

7 Ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.

Job 14:5-6

5 ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς· ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρʼ αὐτοῦ· εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ.
6 Ἀπόστα ἀπʼ αὐτοῦ, ἵνα ἡσυχάσῃ, καὶ εὐδοκήσῃ τὸν βίον, ὥσπερ ὁ μισθωτός.

Job 14:13-14

13 Εἰ γὰρ ὄφελον ἐν ᾅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργὴ, καὶ τάξῃ μοι χρόνον ἐν ᾧ μνείαν μου ποιήσῃ. 14 Ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· ὑπομενῶ ἕως πάλιν γένωμαι;

Psalms 39:4

4 Γνώρισόν μοι Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ.

Ecclesiastes 8:8

8 Οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι, τοῦ κωλῦσαι σὺν τὸ πνεῦμα· καὶ οὐκ ἔστιν ἐξουσία ἐν ἡμέρᾳ θανάτου, καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν ἡμέρᾳ πολέμου, καὶ οὐ διασώσει ἀσέβεια τὸν παρʼ αὐτῆς.

Isaiah 21:16

16 Διότι οὕτως εἶπέ μοι Κύριος, ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,

Isaiah 38:5

5 πορεύθητι, καὶ εἰπὸν Ἐζεκίᾳ, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη,

Isaiah 40:2

2 Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.

Leviticus 19:13

13 Οὐκ ἀδικήσεις τὸν πλησίον, καὶ οὐχ ἁρπᾷ καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ σου παρὰ σοὶ ἕως πρωΐ.

Deuteronomy 24:15

15 17 Αὐθημερὸν ἀποδώσεις τὸν μισθὸν αὐτοῦ, οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπʼ αὐτῷ, ὅτι πένης ἐστὶ, καὶ ἐν αὐτῷ ἔχει τὴν ἐλπίδα, καὶ καταβοήσεται κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται ἐν σοὶ ἁμαρτία.

Psalms 119:131

131 Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.

Psalms 143:6

6 Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· διάψαλμα.

Jeremiah 6:4

4 Παρασκευάσασθε ἐπʼ αὐτὴν εἰς πόλεμον, ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας.

Malachi 3:5

5 Καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς, καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ, καὶ τοὺς καταδυναστεύοντας χήραν, καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς, καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου, καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος παντοκράτωρ.

Job 16:7

7 Νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν σεσηπότα, καὶ ἐπελάβου μου.

Job 29:2

2 Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν;

Psalms 6:6

6 Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.

Psalms 39:5

5 Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· διάψαλμα.

Ecclesiastes 1:14

14 Εἶδον σύμπάντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.

Deuteronomy 28:67

67 Τὸ πρωῒ ἐρεῖς, πῶς ἂν γένοιτο ἑσπέρα· καὶ τὸ ἑσπέρας ἐρεῖς, πῶς ἂν γένοιτο πρωΐ· ἀπὸ τοῦ φόβου τῆς καρδίας σου ἃ φοβηθήση, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ὧν ὄψῃ.

Job 7:13-14

13 Εἶπα ὅτι παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου. 14 Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ὁράμασί με καταπλήσσεις.

Job 17:12

12 Νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.

Job 30:17

17 Νυκτί δέ μου τὰ ὀστᾶ συγκέχυται, τὰ δὲ νεῦρά μου διαλέλυται.

Psalms 77:4

4 Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα.

Psalms 109:23

23 Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες.

Psalms 130:6

6 ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον· απὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς,

Isaiah 54:11

11 Ταπεινὴ καὶ ἀκατάστατος, οὐ παρεκλήθης· ἰδοὺ, ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον,

Job 2:7-8

7 Ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου Κυρίου· καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. 8 Καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.

Job 9:31

31 ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή.

Job 17:14

14 Θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.

Job 19:26

26 ἀναστήσει τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,

Job 24:20

20 Εἶτʼ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία· ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο· ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξε, συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.

Job 30:18-19

18 Ἐν πολλῇ ἰσχύϊ ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. 19 Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς·

Psalms 38:5-7

5 Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. 6 Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. 7 Ὅτι ἡ ψυχή μου ἐπλήσθη ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.

Isaiah 1:6

6 Ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστιν μάλαγμα ἐπιθῆναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους.

Isaiah 14:11

11 Κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.

Isaiah 66:24

24 Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.

Ezekiel 20:43

43 Καὶ μνησθήσεσθε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν ἐν οἷς ἐμιαίνεσθε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν.

Job 6:11

11 Τίς γάρ μου ἡ ἰσχὺς, ὅτι ὑπομένω; τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;

Job 9:25

25 Ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν, καὶ οὐκ εἴδοσαν.

Job 13:15

15 Ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ.

Job 16:22

22 23 Ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ ᾖ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι.

Job 17:11

11 Αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐῤῥάγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου.

Job 17:15

15 Ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπὶς, ἦ τὰ ἀγαθά μου ὄψομαι;

Psalms 90:5-6

5 Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, τοπρωῒ ὡσεὶ χλόη παρέλθοι· 6 Τοπρωῒ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.

Psalms 102:11

11 Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.

Psalms 103:15-16

15 Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει. 16 Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.

Psalms 144:4

4 Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.

Proverbs 14:32

32 Ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβὴς, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.

Isaiah 38:12-13

12 Ἐξέλιπεν ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου, ἐξῆλθε καὶ ἀπῆλθεν ἀπʼ ἐμοῦ ὥσπερ ὁ σκηωὴν καταλύων πήξας· ὡς ἱστὸς τὸ πνεῦμά μου παρʼ ἐμοὶ ἐγένετο, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. 13 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρα ἕως τῆς νυκτὸς παρεδόθην.

Isaiah 40:6-7

6 Φωνὴ λέγοντος, βόησον· καὶ εἶπα, τί βοήσω; πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. 7

Jeremiah 2:25

25 Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας, καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους· ἡ δὲ εἶπεν, ἀνδριοῦμαι, ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.

Genesis 42:36

36 Εἶπε δὲ αὐτοῖς Ἰακὼβ ὁ πατὴρ αὐτῶν, ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὔκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπʼ ἐμὲ ἐγένετο ταῦτα πάντα.

Nehemiah 1:8

8 Μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων, ὑμεῖς ἐὰν ἀσυνθετήσητε, ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς·

Job 10:9

9 Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.

Job 10:21-22

21 πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, 22 εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.

Psalms 74:18

18 Μνήσθητι ταύτης τῆς κτίσεώς σου· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου.

Psalms 74:22

22 Ἀνάστα ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.

Psalms 78:39

39 Καὶ ἐμνήσθη ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.

Psalms 89:47

47 Μνήσθητι τίς μου ἡ ὑπόστασίς μου· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;

Psalms 89:50

50 Μνήσθητι Κύριε τοῦ ὀνειδισμοῦ τῶν δούλων σου οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν·

Jeremiah 15:15

15 Κύριε, μνήσθητί μου, καὶ ἐπίσκεψαί με, καὶ ἀθῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν· γνῶθι, ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν

Job 8:18

18 Ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα,

Job 13:27

27 Ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου.

Job 14:3

3 Οὐχὶ καὶ τούτου λόγον ἐποιήσω, καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου;

Job 20:9

9 Ὀφθαλμὸς παρέβλεψε, καὶ οὐ προσθήσει, καὶ οὐκ ἔτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.

Psalms 37:36

36 Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.

Psalms 39:11

11 Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον· καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ, πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος· διάψαλμα.

Psalms 90:8-9

8 Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. 9 Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡσ ἀράχνη ἐμελέτων.

2 Samuel 12:23

23 Καὶ νῦν τέθνηκεν, ἱνατί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτὸν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρὸς μέ.

2 Samuel 14:14

14 Ὅτι θανάτῳ ἀποθανούμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς ὃ οὐ συναχθήσεται, καὶ λήψεται ὁ Θεὸς ψυχὴν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπʼ αὐτοῦ ἐξεωσμένον.

Job 10:21

21 πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν,

Job 11:8

8 Ὑψηλὸς ὁ οὐρανός, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾃδου, τί οἶδας;

Job 14:10-14

10 Ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκ ἔτι ἐστί. 11 Χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη. 12 Ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συῤῥαφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.

Job 30:15

15 Ἐπιστρέφονταί μου αἱ ὀδύναι, ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα, καὶ ὥσπερ νέφος ἡ σωτηρία μου.

Job 37:11

11 καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη· διασκορπιεῖ νέφος φῶς αὐτοῦ,

Psalms 39:13

13 Ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω.

Isaiah 38:11

11 Εἶπα, οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον.

Job 27:21

21 Ἀναλήψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται, καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.

Job 27:23

23 Κροτήσει ἐπʼ αὐτοὺς χεῖρας αὐτῶν, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.

Psalms 103:16

16 Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.

Genesis 42:21

21 Καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ναί, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· καὶ ἕνεκεν τούτου ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ θλῖψις αὕτη.

1 Samuel 1:10

10 Καὶ αὐτὴ κατώδυνος ψυχῇ, καὶ προσηύξατο πρὸς Κύριον, καὶ κλαίουσα ἔκλαυσε.

2 Kings 4:27-28

27 Καὶ ἦλθε πρὸς Ἑλισαιὲ εἰς τὸ ὄρος, καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ· καὶ ἤγγισε Γιεζὶ ἀπώσασθαι αὐτήν· καὶ εἶπεν Ἑλισαιὲ, ἄφες αὐτὴν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπʼ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέ μοι. 28 Ἡ δὲ εἶπε, μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ Κυρίου μου; ὅτι οὐκ εἶπα, οὐ πλανήσεις μετʼ ἐμοῦ;

Job 6:26

26 Οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.

Job 10:1

1 Καμνὼν τῇ ψυχῇ μου, στένων ἐπαφήσω ἐπʼ αὐτὸν τὰ ῥήματά μου· λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος,

Job 10:15

15 Ἐάν τε γὰρ ἀσεβήσω, οἴμοι· ἐὰν δὲ ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί.

Job 13:13

13 Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύσωμαι θυμοῦ,

Job 16:6

6 Ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;

Job 21:3-4

3 Ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτʼ οὐ καταγελάσετέ μου. 4 Τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διὰ τί οὐ θυμωθήσομαι;

Job 21:25

25 Ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς, οὐ φαγὼν οὐδὲν ἀγαθόν.

Psalms 39:3

3 Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ· ἐλάλησα ἐν γλώσσῃ μου,

Psalms 40:9

9 Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως

Isaiah 38:15

Isaiah 38:17

17 Εἵλου γάρ μου τὴν ψυχὴν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας.

Job 7:17

17 Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτόν; ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν;

Job 38:6-11

6 Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπʼ αὐτῆς; 7 Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. 8 Ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη. 9 Ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα. 10 Ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. 11 Εἶπα δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλʼ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.

Job 41:1-34

1 20 Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ; 2 21 Ἢ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; 3 22 Λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; 4 23 Θήσεται δὲ μετὰ σοῦ διαθήκην; λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; 5 24 Παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ; ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; 6 25 Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη; 7 26 Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ, καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. 8 27 Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ, καὶ μηκέτι γινέσθω.
9 Ούχ ἑώρακας αὐτόν; οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; 10 Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; 11 Ἢ τίς ἀντιστήσεταί μοι, καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,
12 Οὐ σιωπήσομαι διʼ αὐτόν· καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτῷ. 13 Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; 14 Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. 15 Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι· σύνδεσμος δὲ αὐτοῦ, ὥσπερ σμυρίτης λίθος. 16 Εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. 17 Ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. 18 Ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. 19 10 Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται ὡς λαμπάδες καιόμεναι, καὶ διαῤῥιπτοῦνται ὡς ἐσχάραι πυρός. 20 11 Ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. 21 12 Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. 22 13 Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. 23 14 Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπʼ αὐτὸν, οὐ σαλευθήσεται. 24 15 Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. 25 16 Στραφέντος δὲ αὐτοῦ, φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. 26 17 Ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσι δόρυ, καὶ θώρακα. 27 18 Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. 28 19 Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκεον· ἥγηται μὲν πετροβόλον χόρτον. 29 20 Ὡς καλάμη ἐλογίσθησαν σφυρὰ, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. 30 21 Ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπʼ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. 31 22 Ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, 32 23 τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον. 33 24 Οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου. 34 25 Πᾶν ὑψηλὸν ὁρᾷ· αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.

Lamentations 3:7

7 Ἀνῳκοδόμησε κατʼ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνε χαλκόν μου.

Ezekiel 32:2-3

2 υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐρεῖς αὐτῷ,
Λέοντι ἐθνῶν ὡμοιώθης σὺ, καὶ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ, καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου, καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου, καὶ κατεπάτεις τοὺς ποταμούς σου.
3 Τάδε λέγει Κύριος, καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν, καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου,

Job 7:3-4

3 Οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. 4 Ἐὰν κοιμηθῶ, λέγω, πότε ἡμέρα; ὡς δʼ ἂν ἀναστῶ, πάλιν, πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ.

Job 9:27-28

27 Ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω· 28 σείομαι πᾶσι τοῖς μέλεσιν, οἶδα γάρ ὅτι οὐκ ἀθῶόν με ἐάσεις.

Genesis 40:5-7

5 Καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἐν μιᾷ νυκτί· ἡ δὲ ὅρασις τοῦ ἐνυπνίου τοῦ ἀρχιοινοχόου καὶ ἀρχισιτοποιοῦ, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ, ἦν αὕτη. 6 Εἰσῆλθε πρὸς αὐτοὺς Ἰωσὴφ τῷ πρωῒ, καὶ εἶδεν αὐτοὺς, καὶ ἦσαν τεταραγμένοι. 7 Καὶ ἠρώτα τοὺς εὐνούχους Φαραὼ, οἳ ἦσαν μετʼ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων, τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;

Genesis 41:8

8 Ἐγένετο δὲ πρωῒ, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς· καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ.

Judges 7:13-14

13 Καὶ ἦλθε Γεδεὼν, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον, καὶ εἶπεν, ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιὰμ, καὶ ἦλθεν ἕως τῆς σκηνῆς, καὶ ἐπάταξεν αὐτὴν, καὶ ἔπεσε, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή. 14 Καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ, καὶ εἶπεν, οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεὼν υἱοῦ Ἰωὰς ἀνδρὸς Ἰσραήλ· παρέδωκεν ὁ Θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν.

Daniel 2:1

1 Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας, ἐνυπνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπʼ αὐτοῦ.

2 Samuel 17:23

23 Καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ, καὶ ἀπήγξατο καὶ ἀπέθανε, καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ.

Genesis 27:46

46 Εἶπε δὲ Ῥεβέκκα πρὸς Ἰσαὰκ, προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῆν;

1 Kings 19:4

4 Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω ῥαθμὲν, καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν· καὶ εἶπεν, ἱκανούσθω νῦν, λάβε δὴ τὴν ψυχή μου ἀπʼ ἐμοῦ Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.

Job 3:20-22

20 Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς, 21 οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυροὺς, 22 περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι;

Job 6:9

9 Ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω.

Job 9:21

21 Εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφαιρεῖταί μου ἡ ζωή.

Job 10:20

20 Ἦ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν,

Job 14:6

6 Ἀπόστα ἀπʼ αὐτοῦ, ἵνα ἡσυχάσῃ, καὶ εὐδοκήσῃ τὸν βίον, ὥσπερ ὁ μισθωτός.

Psalms 39:10

10 Ἀπόστησον ἀπʼ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.

Psalms 62:9

9 Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι, αὐτοὶ ἐκ ματαιότητος ἐπιτοαυτό.

Psalms 78:33

33 Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.

Ecclesiastes 6:11-12

11 Ὅτι εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα.
Τί περισσὸν τῷ ἀνθρώπῳ; 12 ὅτι τίς οἶδεν ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ, ἀριθμὸν ζωῆς ἡμερῶν ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;

Jonah 4:3

3 Καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπʼ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν με.

Jonah 4:8

8 Καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε, καὶ ἐπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε, καλόν μοι ἀποθανεῖν με ἢ ζῆν.

1 Samuel 24:14

14 15 Καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ βασιλεῦ Ἰσραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος, καὶ ὀπίσω ψύλλου ἑνός;

Job 7:12

12 Πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπʼ ἐμὲ φυλακήν;

Job 34:14-15

14 Εἰ γὰρ βούλοιτο συνέχειν, καὶ τὸ πνεῦμα παρʼ αὐτῷ κατασχεῖν, 15 τελευτήσει πᾶσα σάρξ ὁμοθυμαδόν, πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη.

Psalms 8:4

4 Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;

Psalms 144:3

3 Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτῷ;

Genesis 22:1

1 Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεὸς ἐπείρασε τὸν Ἁβραὰμ, καὶ εἶπεν αὐτῷ, Ἁβραὰμ, Ἁβραάμ· καὶ εἶπεν, ἰδοὺ ἐγώ.

Exodus 20:5

5 Οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεὸς σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με,

Exodus 32:34

34 Νυνὶ δὲ βάδιζε, κατάβηθι, καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον, ὃν εἶπά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου· ᾗ δʼ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπʼ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.

Deuteronomy 8:16

16 τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεις σὺ, καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε, καὶ ἐκπειράσῃ σε, καὶ εὖ σε ποιήσῃ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν σου.

Isaiah 26:14

14 Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσι· διατοῦτο ἐπήγαγες, καὶ ἀπώλεσας, καὶ ᾖρας πᾶν ἄρσεν αὐτῶν.

Jeremiah 9:7

7 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς, καὶ δοκιμῶ αὐτούς· ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου.

Daniel 12:10

10 Ἐκλεγῶσι, καὶ ἐκλευκανθῶσι, καὶ πυρωθῶσι, καὶ ἁγιασθῶσι πολλοί· καὶ ἀνομήσωσιν ἄνομοι, καὶ οὐ συνήσουσι πάντες ἄνομοι, καὶ οἱ νοήμονες συνήσουσι.

Zechariah 13:9

9 Καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτοὺς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ, καὶ ἐρῶ, λαός μου οὗτός ἐστι· καὶ αὐτὸς ἐρεῖ, Κύριος ὁ Θεός μου.

Job 9:18

18 Οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι· ἐνέπλησε δέ με πικρίας,

Psalms 6:3

3 Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ Κύριε ἕως πότε;

Psalms 13:1-3

1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.
Ἕως πότε Κύριε ἐπιλήσῃ μου, εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ; 2 Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ; 3 Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον·

Psalms 94:3

3 Ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται;

Nehemiah 9:6

6 Καὶ εἶπεν Ἔσδρας, σὺ εἶ αὐτὸς Κύριος μόνος, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ πᾶσαν τὴν στάσιν αὐτῶν, τὴν γῆν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ, τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς· καὶ σὺ ζωοποιεῖς τὰ πάντα, καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν·

Job 3:24

24 Πρὸ γὰρ τῶν σίτων μου στεναγμός ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.

Job 6:4

4 Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.

Job 7:11-12

11 Ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
12 Πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπʼ ἐμὲ φυλακήν;

Job 9:29-31

29 Ἐπειδὴ δέ εἰμι ἀσεβὴς, διὰ τί οὐκ ἀπέθανον; 30 Ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, 31 ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή.

Job 13:26

26 Ὅτι κατέγραψας κατʼ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας.

Job 14:16

16 Ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου;

Job 16:12-14

12 13 Εἰρηνεύοντα διεσκέδασέ με· λαβών με τῆς κόμης διέτιλε, κατέστησέ με ὥσπερ σκοπόν. 13 14 Ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου. 14 15 Κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρὸς μὲ δυνάμενοι.

Job 22:5

5 Πότερον οὐχ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δὲ σού εἰσιν αἱ ἁμαρτίαι;

Job 31:33

33 εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου·

Job 33:9

9 καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα.

Job 33:27

27 Εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ, λέγον, οἷα συνετέλουν; καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον.

Job 35:6

6 εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;

Psalms 21:12

12 Ὅτι θήσεις αὐτοὺς νῶτον ἐν τοῖς περιλοίποις σου, ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.

Psalms 36:6

6 Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε.

Psalms 80:4

4 Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου;

Lamentations 3:12

12 Η. Ἐνέτεινε τόξον αὐτοῦ, καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος.

2 Samuel 24:10

10 Καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν· καὶ εἶπε Δαυὶδ πρὸς Κύριον, ἥμαρτον σφόδρα ὃ ἐποίησα νῦν Κύριε· παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα.

Job 3:13

13 Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην

Job 7:8

8 Οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί·

Job 10:14

14 Ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.

Job 13:23-24

23 Πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσί.
24 Διατί ἀπʼ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι;

Job 21:32-33

32 Καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη, καὶ αὐτὸς ἐπὶ σωρῶν ἠγρύπνησεν. 33 Ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάῤῥου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.

Psalms 103:15

15 Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει.

Ecclesiastes 12:7

7 καὶ ἐπιστρέψῃ ὁ χοῦς ἐπὶ τὴν γῆν ὡς ἦν, καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν Θεὸν ὃς ἔδωκεν αὐτό.

Isaiah 26:19

19 Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.

Isaiah 64:9

9 Μὴ ὀργίζου ὑμῖν σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν· καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς.

Lamentations 3:42-44

42 Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης.
43 ΣΑΜΕΧ. Ἐπεσκέπασας ἐν θυμῷ, καὶ ἀπεδίωξας ἡμᾶς, ἀπέκτεινας, οὐκ ἐφείσω. 44 Ἐπεσκέπασας νεφέλην σεαυτῷ ἕνεκεν προσευχῆς,

Lamentations 5:20-22

20 Ἱνατί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν; 21 Ἐπίστρεψον ἡμᾶς Κύριε πρὸς σὲ, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν. 22 Ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφʼ ἡμᾶς ἕως σφόδρα.

Daniel 12:2

2 Καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον.

Hosea 14:2

2 Λάβετε μεθʼ ἑαυτῶν λόγους, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἴπατε αὐτῷ, ὅπως μὴ λάβητε ἀδικίαν, καὶ λάβητε ἀγαθὰ, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν.

Micah 7:18-19

18 Τίς Θεὸς ὥσπερ σύ, ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ; καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. 19 Ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἁμαρτίας ἡμῶν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.