Job 24:16 Cross References - Brenton_Greek

16 Διώρυξεν ἐν σκότει οἰκίας, ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς.

Exodus 22:2-3

2 Ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος. 3 Ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπʼ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται· ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος.

Job 24:13

13 Αὐτὸς δὲ διατί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν, ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν, οὐδὲ ἀτραποὺς αὐτῶν ἐπορεύθησαν.

Job 38:12-13

12 Ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; Ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν, 13 ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς;

Ezekiel 12:5-7

5 Διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ διεξελεύσῃ διʼ αὐτοῦ ἐνώπιον αὐτῶν· 6 ἐπʼ ὤμων ἀναληφθήσῃ, καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις, καὶ οὐ μὴ ἴδῃς τὴν γῆν, διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.
7 Καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι· καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας, καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον, καὶ κεκρυμμένος ἐξῆλθον, ἐπʼ ὤμων ἀνελήφθην ἐνώπιον αὐτῶν.

Ezekiel 12:12

12 Καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπʼ ὤμων ἀρθήσεται, καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν διʼ αὐτοῦ, τὸ πρόσωπον αὐτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.