13 καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάσας τὰς οἰκίας τῆς πόλεως, καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί.
Jeremiah 52:13 Cross References - Brenton_Greek
2 Kings 25:9
9 Καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάντας τοὺς οἴκους Ἱερουσαλὴμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος.
2 Chronicles 36:19
19 Καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ κατέσκαψε τὸ τεῖχος Ἱερουσαλὴμ, καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ, καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν.
Psalms 74:6-8
6 ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπιτοαυτὸ, ἐν πελέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. 7 Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν, ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. 8 Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, ἡ συγγένεια αὐτῶν ἐπιτοαυτό, δεῦτε, καὶ καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς.
Psalms 79:1
1 Ψαλμὸς τῷ Ἀσάφ.
Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου· ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον.
Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου· ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον.
Isaiah 64:10-11
Jeremiah 7:14
14 τοίνυν κἀγὼ ποιήσω τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, ἐφʼ ᾧ ὑμεῖς πεποίθατε ἐπʼ αὐτῷ, καὶ τῷ τόπῳ ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλώ.
Jeremiah 22:14
14 Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ.
Jeremiah 34:22
22 Ἰδοὺ ἐγὼ συντάσσω, φησὶ Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπʼ αὐτὴν, καὶ λήψονται αὐτὴν, καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ, καὶ τὰς πόλεις Ἰούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ τῶν κατοικούντων.
Jeremiah 37:8-10
8 καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι, καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην, καὶ συλλήψονται αὐτὴν, καὶ καύσουσιν αὐτὴν ἐν πυρί. 9 Ὅτι οὕτως εἶπε Κύριος, μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν, λέγοντες, ἀποτρέχοντες ἀπελεύσονται ἀφʼ ἡμῶν οἱ Χαλδαῖοι· ὅτι οὐ μὴ ἀπέλθωσι. 10 Καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ καταλειφθῶσί τινες ἐκκεκεντημένοι, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ οὗτοι ἀναστήσονται, καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρί.
Jeremiah 38:23
23 Καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους· καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται.
Jeremiah 39:8-9
Lamentations 2:7
7 ΖΑΙΝ. Ἀπώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς·
Ezekiel 7:20-22
20 Ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν.
21 Καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων, τοῦ διαρπάσαι αὐτὰ, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά. 22 Καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ μιανοῦσι τὴν ἐπισκοπήν μου, καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως, καὶ βεβηλώσουσιν αὐτά.

Ezekiel 24:1-14
1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, ἐν τῷ ἔτει τῷ ἐνάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνὸς, λέγων, 2 υἱὲ ἀνθρώπου γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀφʼ ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον. 3 Καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν, καὶ ἐρεῖς πρὸς αὐτούς,
Τάδε λέγει Κύριος, ἐπίστησον τὸν λέβητα, καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ, 4 καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν, 5 ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων· καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν, ἔζεσε καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς.
6 Διατοῦτο τάδε λέγει Κύριος, ὦ πόλις αἱμάτων, λέβης, ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς, κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπʼ αὐτὴν κλῆρος. 7 Ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό· οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν, τοῦ καλύψαι ἐπʼ αὐτὸ γῆν, 8 τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι· δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν, τοῦ μὴ καλύψαι αὐτό.
9 Διατοῦτο τάδε λέγει Κύριος, κἀγὼ μεγαλυνῶ τὸν δαλόν· 10 καὶ πληθυνῶ τὰ ξύλα, καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα, καὶ ἐλαττωθῇ ὁ ζωμὸς, 11 καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς, καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς, 12 καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς. Καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς, 13 ἀνθʼ ὧν ἐμιαίνου σύ· καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου;
14 Ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ, οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος· διατοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ, καὶ πολλὴ τοῦ παραπικραίνειν.

Ezekiel 24:21
21 εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ,
Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται.

Amos 2:5
5 Καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἱερουσαλήμ.
Amos 3:10-11
Amos 6:11
11 12 Διότι ἰδοὺ Κύριος ἐντέλλεται, καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασι, καὶ τὸν οἶκον τὸν μικρὸν ῥάγμασιν.
Micah 3:12
12 Διατοῦτο διʼ ἡμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.
Zechariah 11:1
1 Διάνοιξον, ὁ Λίβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.