Jeremiah 51:46 Cross References - Brenton_Greek
Judges 7:22
22 Καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις· καὶ ἔθηκε Κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ.
1 Samuel 14:16-20
16 Καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν, καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν. 17 Καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετʼ αὐτοῦ, ἐπισκέψασθε δὴ, καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ. 18 Καὶ εἶπε Σαοὺλ τῷ Ἀχιᾷ, προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ᾖρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ἰσραήλ. 19 Καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε· καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα, συνάγαγε τὰς χεῖράς σου.
20 Καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου· καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.
20 Καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου· καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.
2 Kings 19:7
7 Ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν, καὶ ἀποστραφήσεται εἰς τὴν γῆν αὐτοῦ· καὶ καταβαλῶ αὐτὸν ἐν ῥομφαίᾳ ἐν τῇ γῇ αὐτοῦ.
2 Chronicles 20:23
23 Καὶ ἀνέστησαν οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ, ἐξολοθρεῦσαι καὶ ἐκτρῖψαι αὐτούς· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηεὶρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι.
Isaiah 13:3-5
3 Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. 4 Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων· Κύριος σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ, 5 ἔρχεσθαι ἐκ γῆς πόῤῥωθεν ἀπʼ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην.
Isaiah 19:2
2 Καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπʼ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν, καὶ νομὸς ἐπὶ νομόν.
Isaiah 21:2-3
2 τὸ ὅραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι· ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ· ἐπʼ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπʼ ἐμὲ ἔρχονται· νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. 3 Διατοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν.
Jeremiah 46:27
27 Σὺ δὲ μὴ φοβηθῇς δοῦλός μου Ἰακὼβ, μηδὲ πτοηθῇς Ἰσραήλ· διότι ἐγὼ ἰδοὺ σῴζων σε μακρόθεν, καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν· καὶ ἀναστρέψει Ἰακὼβ, καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν.