18 Ζῶ ἐγώ, λέγει Κύριος ὁ Θεὸς, ὅτι ὡς τὸ Ἰταβύριον ἐν τοῖς ὄρεσι, καὶ ὡς ὁ Κάρμηλος ὁ ἐν τῇ θαλάσσῃ, ἥξει.
Jeremiah 46:18 Cross References - Brenton_Greek
Joshua 19:22
22 Καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβὼρ, καὶ ἐπὶ Σαλὶμ κατὰ θάλασσαν, καὶ Βαιθσαμύς· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ἰορδάνης.
Judges 4:6
6 Καὶ ἀπέστειλε Δεββῶρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κάδης Νεφθαλὶ, καὶ εἶπε πρὸς αὐτὸν, οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ σοι; καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ, καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ, καὶ ἐκ τῶν υἱῶν Ζαβουλὼν.
1 Kings 18:42-43
42 Καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν· καὶ Ἠλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν, καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀναμέσον τῶν γονάτων αὐτοῦ, 43 καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ, ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. Καὶ ἐπέβλεψε τὸ παιδάριον, καὶ εἶπεν, οὐκ ἔστιν οὐθέν· καὶ εἶπεν Ἠλιοὺ, καὶ σὺ ἐπίστρεψον ἑπτάκις.
Psalms 89:12
12 Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
Isaiah 47:4
4 Ὁ ῥυσάμενός σε Κύριος σαβαώθ, ὄνομα αὐτῷ Ἅγιος Ἰσραήλ.
Isaiah 48:2
2 καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι· Κύριος σαβαὼθ ὄνομα αὐτῷ.
Jeremiah 10:10
10 (5b) Αἰρόμενα ἀρθήσονται, ὅτι οὐκ ἐπιβήσονται· μὴ φοβηθῆτε αὐτὰ, ὅτι οὐ μὴ κακοποιήσωσι, καὶ ἀγαθὸν οὐκ ἔστιν ἐν αὐτοῖς.
Jeremiah 44:26
26 Διατοῦτο ἀκούσατε λόγον Κυρίου, πᾶς Ἰούδα οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπε Κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς Ἰούδα εἰπεῖν, ζῇ Κύριος, ἐν πάσῃ γῇ Αἰγύπτῳ.
Jeremiah 48:15
15 Ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν.
Jeremiah 51:17
17 Ἐματαιώθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστι πνεῦμα ἐν αὐτοῖς.
Malachi 1:14
14 Καὶ ἐπικατάρατος, ὃς ἦν δυνατὸς, καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ εὐχὴ αὐτοῦ ἐπʼ αὐτῷ, καὶ θύει διεφθαρμένον τῷ Κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσι.