Jeremiah 38:6 Cross References - Brenton_Greek

6 Καὶ ἔῤῥιψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ, ἀλλʼ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ.

Genesis 37:24

24 Καὶ λαβόντες αὐτὸν, ἔῤῥιψαν εἰς τὸν λάκκον· ὁ δὲ λάκκος κενός, ὕδωρ οὐκ εἶχε.

Psalms 40:2

2 Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Psalms 69:2

2 Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.

Psalms 69:14-15

14 Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων. 15 Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπʼ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.

Psalms 109:5

5 Καὶ ἔθεντο κατʼ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.

Jeremiah 36:26

26 Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἱερεμεὴλ υἱῷ τοῦ βασιλέως, καὶ τῷ Σαραίᾳ υἱῷ Ἐσριὴλ, συλλαβεῖν τὸν Βαροὺχ, καὶ τὸν Ἱερεμίαν, καὶ κατεκρύβησαν.

Jeremiah 37:16

16 Καὶ ἦλθεν Ἱερεμίας εἰς οἰκίαν τοῦ λάκκου, καὶ εἰς τὴν χερὲθ, καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς.

Jeremiah 37:21

21 Καὶ συνέταξεν ὁ βασιλεὺς, καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς, καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας, ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν Ἱερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.

Jeremiah 38:11-12

11 Καὶ ἔλαβεν Ἀβδεμέλεχ τοὺς ἀνθρώπους, καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγαιον, καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία, καὶ ἔῤῥιψεν αὐτὰ πρὸς Ἱερεμίαν εἰς τὸν λάκκον, 12 καὶ εἶπε, ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων· καὶ ἐποίησεν Ἱερεμίας οὕτως.

Jeremiah 38:22

22 Καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ἰούδα, ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος· καὶ αὗται ἔλεγον, ἠπάτησάν σε, καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου· καὶ καταλύσουσιν ἐν ὀλισθήμασι πόδα σου, ἀπέστρεψαν ἀπὸ σοῦ.

Lamentations 3:52-55

52 ΤΣΑΔΗ. Θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον· πάντες οἱ ἐχθροί μου δωρεὰν 53 ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου, καὶ ἐπέθηκαν λίθον ἐπʼ ἐμοί. 54 Ὑπερεχύθη ὕδωρ ἐπὶ τὴν κεφαλήν μου· εἶπα, ἀπῶσμαι.
55 ΚΩΦ. Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου.

Zechariah 9:11

11 Καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.