32 διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ἰσραὴλ καὶ Ἰούδα, ὧν ἐποίησαν πικράναι με, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες αὐτῶν, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ,
Jeremiah 32:32 Cross References - Brenton_Greek
Ezra 9:7
7 Ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμὲν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ, καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ, καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη.
Nehemiah 9:32-34
32 Καὶ νῦν, ὁ Θεὸς ἡμῶν ὁ ἰσχυρός ὁ μέγας, ὁ κραταιὸς καὶ ὁ φοβερὸς, φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου, μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος ὃς εὗρεν ἡμᾶς, καὶ τοὺς βασιλεῖς ἡμῶν, καὶ τοὺς ἄρχοντας ἡμῶν, καὶ τοὺς ἱερεῖς ἡμῶν, καὶ τοὺς προφήτας ἡμῶν, καὶ τοὺς πατέρας ἡμῶν, καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων Ἀσσοὺρ καὶ ἕως τῆς ἡμέρας ταύτης. 33 Καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφʼ ἡμᾶς, ὅτι ἀλήθειαν ἐποίησας· καὶ ἡμεῖς ἐξημάρτομεν, 34 καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν, καὶ οἱ ἱερεῖς ἡμῶν, καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου, καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου, καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοῖς.
Isaiah 1:4-6
4 Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπατε τὸν Κύριον, καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ. 5 Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην. 6 Ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστιν μάλαγμα ἐπιθῆναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους.
Isaiah 1:23
23 Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσιν χηρῶν οὐ προσέχοντες.
Isaiah 9:14-15
Jeremiah 2:26
26 Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες αὐτῶν, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν.
Ezekiel 22:6
6 Ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραὴλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα·
Ezekiel 22:25-29
25 Ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες· καὶ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου. 26 Καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον, καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον, καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν. 27 Οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα, τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι. 28 Καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες, τάδε λέγει Κύριος· καὶ Κύριος οὐκ ἐλάλησε. 29 Λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ, καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος.
Daniel 9:6
6 καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν, καὶ ἄρχοντας ἡμῶν, καὶ πατέρας ἡμῶν, καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς.
Daniel 9:8
8 Ἐν σοὶ Κύριέ ἐστιν ἡμῶν ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν.
Micah 3:1-5
1 Καὶ ἐρεῖ, ἀκούσατε δὴ ταῦτα αἱ ἀρχαὶ οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ· οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρίμα; 2 μισοῦντες τὰ καλὰ, καὶ ζητοῦντες τὰ πονηρά, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπʼ αὐτῶν, καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. 3 Ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπʼ αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέα εἰς χύτραν, 4 οὕτως κεκράξονται πρὸς τὸν Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθʼ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπʼ αὐτούς.
5 Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν, καὶ κηρύσσοντας εἰρήνην ἐπʼ αὐτὸν, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπʼ αὐτὸν πόλεμον·
5 Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν, καὶ κηρύσσοντας εἰρήνην ἐπʼ αὐτὸν, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπʼ αὐτὸν πόλεμον·
Micah 3:9-12
9 Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, 10 οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, 11 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ ὁ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά. 12 Διατοῦτο διʼ ἡμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.
Zephaniah 3:1-4
1 Ω ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη πόλις,
2 ἡ περιστερὰ οὐκ εἰσήκουσε φωνῆς· οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθει, καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγισεν. 3 Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι, οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τοπρωΐ. 4 Οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια, καὶ ἀσεβοῦσι νόμον.