Jeremiah 22:14 Cross References - Brenton_Greek

14 Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ.

2 Samuel 7:2

2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Νάθαν τὸν προφήτην, ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.

2 Chronicles 3:5

5 Καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσε ξύλοις κεδρίνοις, καὶ κατεχρύσωσε χρυσίῳ καθαρῷ, καὶ ἔγλυψεν ἐπʼ αὐτοῦ φοίνικας καὶ χαλαστά.

Proverbs 17:19

19 Φιλαμαρτήμων χαίρει μάχαις,

Proverbs 24:27

27 Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου, καὶ ἀνοικοδομήσεις τὸν οἶκον σου.

Song of Songs 1:17

17 Δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.

Isaiah 5:8-9

8 Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; 9 Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου σαβαὼθ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς.

Isaiah 9:9

9 Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶμ, καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ, ἐφʼ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες,

Daniel 4:30

30 27 ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπεν, οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου;

Haggai 1:4

4 Εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται;

Malachi 1:4

4 Διότι ἐρεῖ, ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν, καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους· τάδε λέγει Κύριος παντοκράτωρ, αὐτοὶ οἰκοδομήσουσι, καὶ ἐγὼ καταστρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς ἐφʼ ὃν παρατέτακται Κύριος ἕως αἰῶνος.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.