3 Καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταῤῥάκτου· καὶ εἶπεν αὐτῷ Ἱερεμίας, οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σου, ἀλλʼ ἢ Μέτοικον.
Jeremiah 20:3 Cross References - Brenton_Greek
Genesis 17:5
5 Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἅβραμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἁβραὰμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.
Genesis 17:15
15 Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ, Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.
Genesis 32:28
28 Καὶ εἶπεν αὐτῷ, οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλʼ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ.
Psalms 31:13
13 ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπʼ ἐμὲ, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.
Isaiah 8:3
3 Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· καὶ εἶπε Κύριός μοι, κάλεσον τὸν ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον.
Jeremiah 6:25
25 Μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν, καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.
Jeremiah 7:32
32 Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι, Βωμὸς τοῦ Ταφὲθ καὶ φάραγξ υἱοῦ Ἐννὸμ, ἀλλʼ ἢ Φάραγξ τῶν ἀνῃρημένων· καὶ θάψουσιν ἐν τῷ Ταφὲθ, διὰ τὸ μὴ ὑπάρχειν τόπον.
Jeremiah 19:2
2 καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς Χαρσείθ· καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους τούτους, οὓς ἂν λαλήσω πρὸς σὲ,
Jeremiah 19:6
6 Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ Ἐννὼμ, ἀλλʼ ἢ Πολυάνδριον τῆς σφαγῆς.
Jeremiah 20:10
10 ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν, ἐπισύστητε, καὶ ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ.
Jeremiah 29:29
29 Καὶ ἀνέγνω Σοφονίας τὸ βιβλίον εἰς τὰ ὦτα Ἱερεμίου.
Jeremiah 46:5
5 Τί ὅτι αὐτοὶ πτοοῦνται, καὶ ἀποχωροῦσιν εἰς τὰ ὀπίσω; διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται; φυγῇ ἔφυγον, καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει Κύριος.
Lamentations 2:22
22 ΘΑΥ. Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.
Hosea 1:4-9
4 Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραὲλ, διότι ἔτι μικρὸν, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ. 5 Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν κοιλάδι τοῦ Ἰεζραέλ.
6 Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκε θυγατέρα· καὶ εἶπεν αὐτῷ, κάλεσον τὸ ὄνομα αὐτῆς, οὐκ ἠλεημένη· διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραὴλ, ἀλλʼ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. 7 Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὐδὲ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν πολέμῳ, οὐδὲ ἐν ἵπποις, οὐδὲ ἐν ἱππεῦσι.
8 Καὶ ἀπεγαλάκτισε τὴν οὐκ ἠλεημένην· καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱόν. 9 Καὶ εἶπε, κάλεσον τὸ ὄνομα αὐτοῦ, οὐ λαός μου· διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγώ οὐκ εἰμὶ ὑμῶν.
6 Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκε θυγατέρα· καὶ εἶπεν αὐτῷ, κάλεσον τὸ ὄνομα αὐτῆς, οὐκ ἠλεημένη· διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραὴλ, ἀλλʼ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. 7 Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὐδὲ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν πολέμῳ, οὐδὲ ἐν ἵπποις, οὐδὲ ἐν ἱππεῦσι.
8 Καὶ ἀπεγαλάκτισε τὴν οὐκ ἠλεημένην· καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱόν. 9 Καὶ εἶπε, κάλεσον τὸ ὄνομα αὐτοῦ, οὐ λαός μου· διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγώ οὐκ εἰμὶ ὑμῶν.