Jeremiah 18:2 Cross References - Brenton_Greek

2 ἀνάστηθι, καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου.

Isaiah 20:2

2 τότε ἐλάλησε Κύριος πρὸς Ἠσαΐαν υἱὸν Ἀμὼς λέγων, πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου, καὶ ποίησον οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.

Jeremiah 13:1

1 Τάδε λέγει Κύριος, βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν, καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται.

Jeremiah 19:1-2

1 Τότε εἶπε Κύριος πρὸς μὲ, βάδισον, καὶ κτῆσαι βῖκον πεπλασμένον ὀστράκινον, καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν ἱερέων, 2 καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προθύρων πύλης τῆς Χαρσείθ· καὶ ἀνάγνωθι ἐκεῖ πάντας τοὺς λόγους τούτους, οὓς ἂν λαλήσω πρὸς σὲ,

Jeremiah 23:22

22 Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου, καὶ εἰ ἤκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.

Ezekiel 4:1-5

1 Καὶ σύ, υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ πλίνθον, καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου, καὶ διαγράψεις ἐπʼ αὐτὴν πόλιν τὴν Ἱερουσαλήμ. 2 Καὶ δώσεις ἐπʼ αὐτὴν περιοχὴν, καὶ οἰκοδομήσεις ἐπʼ αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπʼ αὐτὴν χάρακα, καὶ δώσεις ἐπʼ αὐτὴν παρεμβολὰς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ. 3 Καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν, καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀναμέσον σοῦ καὶ ἀναμέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπʼ αὐτὴν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ.
4 Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν, καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ ἐπʼ αὐτοῦ, κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν ἃς κοιμηθήσῃ ἐπʼ αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν. 5 Καὶ ἐγὼ δέδωκά σοι τὰς ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐνεννήκοντα καὶ ἑκατὸν ἡμέρας, καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραήλ.

Amos 7:7

7 Οὕτως ἔδειξέ μοι Κύριος· καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.