Jeremiah 14:16 Cross References - Brenton_Greek

16 καὶ ὁ λαὸς, οἷς αὐτοὶ προφητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐῤῥιμμένοι ἐν ταῖς διόδοις Ἱερουσαλὴμ, ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ θάπτων αὐτοὺς, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ θυγατέρες αὐτῶν, καὶ ἐκχεῶ ἐπʼ αὐτοὺς τὰ κακὰ αὐτῶν.

Psalms 79:2-3

2 Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. 3 Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσ ὕδωρ, κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων.

Proverbs 1:31

31 Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται.

Isaiah 9:16

16 Καὶ ἔσονται οἱ, μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν, ὅπως καταπίωσιν αὐτούς.

Jeremiah 2:17-19

17 Οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεὸς σου.
18 Καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηῶν; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν; 19 Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι, καὶ ἴδε, ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει Κύριος ὁ Θεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοί, λέγει Κύριος ὁ Θεός σου.

Jeremiah 4:18

18 Αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.

Jeremiah 5:31

31 Οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;

Jeremiah 7:33

33 Καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν.

Jeremiah 9:22

22 Καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν, καὶ ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων.

Jeremiah 13:22-25

22 Καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου, διατί ἀπήντησέ μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου, παραδειγματισθῆναι τὰς πτέρνας σου.
23 Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὐποιῆσαι μεμαθηκότες τὰ κακά. 24 Καὶ διέσπειρα αὐτοὺς, ὡς φρύγανα φερόμενα ἀπὸ ἀνέμου εἰς ἔρημον. 25 Οὕτως ὁ κλῆρός σου, καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ, λέγει Κύριος· ὡς ἐπελάθου μου, καὶ ἤλπισας ἐπὶ ψεύδεσι,

Jeremiah 15:2-3

2 Καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καί ὅσοι εἰς λιμὸν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν. 3 Καὶ ἐκδικήσω ἐπʼ αὐτοὺς τέσσαρα εἴδη, λέγει Κύριος· τὴν μάχαιραν εἰς σφαγὴν, καὶ τοὺς κύνας εἰς διασπασμὸν, καὶ τὰ θηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαφθοράν.

Jeremiah 16:4

4 ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, οὐ κοπήσονται, καὶ οὐ ταφήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται· καὶ τοῖς θηρίοις τῆς γῆς ἔσοωται καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται, καὶ ἐν λιμῷ συντελεσθήσονται.

Jeremiah 18:21

21 Διατοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν, καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ, καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.

Jeremiah 19:6-7

6 Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐ κληθήσεται τῷ τόπῳ τούτῳ ἔτι Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ Ἐννὼμ, ἀλλʼ ἢ Πολυάνδριον τῆς σφαγῆς. 7 Καὶ σφάξω τὴν βουλὴν Ἰούδα, καὶ τὴν βουλὴν Ἱερουσαλὴμ ἐν τῷ τόπῳ τούτῳ, καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, καὶ ἐν χερσὶ τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν· καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.