Isaiah 8:3 Cross References - Brenton_Greek

3 Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· καὶ εἶπε Κύριός μοι, κάλεσον τὸν ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον.

Judges 4:4

4 Καὶ Δεββῶρα γυνὴ προφῆτις, γυνὴ Λαφιδὼθ, αὕτη ἔκρινε τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ.

2 Kings 22:14

14 Καὶ ἐπορεύθη Χελκίας ὁ ἱερεὺς καὶ Ἀχικὰμ, καὶ Ἀχοβὼρ, καὶ Σαπφὰν, καὶ Ἀσαΐας πρὸς ῎Ολδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκουὰν υἱοῦ Ἀρὰς τοῦ ἱματιοφύλακος· καὶ αὕτη κατῴκει ἐν Ἱερουσαλὴμ ἐν τῇ Μασενᾷ· καὶ ἐλάλησαν πρὸς αὐτήν.

Isaiah 7:13-14

13 Καὶ εἶπεν, ἀκούσατε δή οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; 14 Διατοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

Hosea 1:3-9

3 Καὶ ἐπορεύθη, καί ἔλαβε τὴν Γόμερ, θυγατέρα Δεβηλαΐμ· καὶ συνέλαβε καὶ ἔτεκεν αὐτῷ υἱόν. 4 Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραὲλ, διότι ἔτι μικρὸν, καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ἰεζραὲλ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ. 5 Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συντρίψω τὸ τόξον τοῦ Ἰσραὴλ ἐν κοιλάδι τοῦ Ἰεζραέλ.
6 Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκε θυγατέρα· καὶ εἶπεν αὐτῷ, κάλεσον τὸ ὄνομα αὐτῆς, οὐκ ἠλεημένη· διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραὴλ, ἀλλʼ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. 7 Τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ, οὐδὲ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν πολέμῳ, οὐδὲ ἐν ἵπποις, οὐδὲ ἐν ἱππεῦσι.
8 Καὶ ἀπεγαλάκτισε τὴν οὐκ ἠλεημένην· καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱόν. 9 Καὶ εἶπε, κάλεσον τὸ ὄνομα αὐτοῦ, οὐ λαός μου· διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγώ οὐκ εἰμὶ ὑμῶν.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.