Isaiah 48:10 Cross References - Brenton_Greek

10 Ἰδοὺ πέπρακά σε, οὐκ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας.

Deuteronomy 4:20

20 Ὑμᾶς δὲ ἔλαβεν ὁ Θεὸς, καὶ ἐξήγαγεν ὑμᾶς ἐκ τῆς Αἰγύπτου, ἐκ τῆς καμίνου, τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον, ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.

1 Kings 8:51

51 ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου.

Job 23:10

10 Οἶδε γὰρ ἤδη ὁδόν μου· διέκρινε δέ με ὥσπερ τὸ χρυσίον.

Psalms 66:10

10 Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.

Proverbs 17:3

3 Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ.

Isaiah 1:25-26

25 Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω σε εἰς καθαρὸν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ. 26 Καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπʼ ἀρχῆς· καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών·

Jeremiah 9:7

7 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς, καὶ δοκιμῶ αὐτούς· ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου.

Ezekiel 20:38

38 Καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτοὺς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος Κύριος.

Ezekiel 22:18-22

18 υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμειγμένοι πάντες χαλκῷ, καὶ σιδήρῳ καὶ κασσιτέρῳ, καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστί.
19 Διατοῦτο εἰπὸν, τάδε λέγει Κύριος Κύριος, ἀνθʼ ὧν ἐγένεσθε εἰς σύγκρασιν μίαν, διατοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ἱερουσαλήμ· 20 Καθὼς εἰσδέχεται ἄργυρος, καὶ χαλκὸς, καὶ σίδηρος, καὶ κασσίτερος, καὶ μόλιβος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου, καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς, 21 καὶ ἐκφυσήσω ἐφʼ ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς. 22 Ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθύσεσθε ἐν μέσῳ αὐτῆς, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφʼ ὑμᾶς.

Zechariah 13:8-9

8 Καὶ ἔσται ἐν πάσῃ τῇ γῇ, λέγει Κύριος, τὰ δύο μέρη αὐτῆς ἐξολοθρευθήσεται, καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ. 9 Καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτοὺς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ, καὶ ἐρῶ, λαός μου οὗτός ἐστι· καὶ αὐτὸς ἐρεῖ, Κύριος ὁ Θεός μου.

Malachi 3:2-3

2 καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποιὰ πλυνόντων. 3 Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον, καὶ καθαρίσει τοὺς υἱοὺς Λευὶ, καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον· καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.