Isaiah 43:2 Cross References - Brenton_Greek

2 Καὶ ἐὰν διαβαίνῃς διʼ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.

Exodus 14:29

29 Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης· τὸ δὲ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων.

Deuteronomy 31:6-8

6 Ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ, μηδὲ δειλιάσης, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν· ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθʼ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ. 7 Καὶ ἐκάλεσε Μωυσῆς Ἰησοῦν, καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ἰσραὴλ, ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτοῖς. 8 Καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ, οὐκ ἀνήσει σε, οὐδὲ μή σε ἐγκαταλίπῃ· μὴ φοβοῦ, μηδὲ δειλία.

Joshua 1:5

5 Οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε, οὐδʼ ὑπερόψομαί σε.

Joshua 1:9

9 Ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς, μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ Κύριος ὁ Θεός σου εἰς πάντα οὗ ἐὰν πορεύῃ.

Joshua 3:15-17

15 Ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθʼ̓ ὅλην τὴν κρηπίδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν· 16 Καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ· τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα θάλασσαν ἁλὸς, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ. 17 Καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.

Psalms 23:4

4 Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετʼ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Psalms 46:4-7

4 Τοῦ ποταμοῦ τὰ ὁρμήματα Ὕ εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. 5 Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται, βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ πρὸσώπω. 6 Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. 7 Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ· διάψαλμα.

Psalms 66:10

10 Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.

Psalms 66:12

12 ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Psalms 91:3-5

3 Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. 4 Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 5 Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας,

Psalms 91:15

15 Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετʼ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν.

Isaiah 8:7-10

7 διaτοῦτο ἰδοὺ Κύριος ἀνάγει ἐφʼ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, 8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου, μεθʼ ἡμῶν ὁ Θεός.
9 Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. 10 Καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθʼ ἡμῶν ὁ Θεὸς.

Isaiah 11:15-16

15 Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ· καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι. 16 Καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ· καὶ ἔσται τῷ Ἰσραὴλ, ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.

Isaiah 29:6

6 παρὰ Κυρίου σαβαώθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη, καὶ φλὸξ πυρὸς κατεσθίουσα.

Isaiah 30:27

27 Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ χρόνου πολλοῦ, καιόμενος θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.

Isaiah 41:10

10 Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.

Isaiah 41:14

14 μὴ φοβοῦ Ἰακὼβ ὀλιγοστὸς Ἰσραὴλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός σου, ὁ λυτρούμενός σε Ἰσραήλ.

Daniel 3:25-27

25 Καὶ εἶπεν ὁ βασιλεύς, ὁ δὲ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρὸς, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ Θεοῦ. 26 Τότε προσῆλθε Ναβουχοδονόσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ εἶπε, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε· καὶ ἐξῆλθον Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, ἐκ μέσου τοῦ πυρός. 27 Καὶ συνάγονται οἱ σατράπαι, καὶ οἱ στρατηγοὶ, καὶ οἱ τοπάρχαι, καὶ οἱ δυνάσται τοῦ βασιλέως, καὶ ἐθεώρουν τοὺς ἄνδρας, ὅτι οὐκ ἐκυρίευσε τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς.

Amos 9:8-9

8 Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν, καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει Κύριος. 9 Διότι ἐγὼ ἐντέλλομαι, καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν.

Zechariah 13:9

9 Καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτοὺς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ, καὶ ἐρῶ, λαός μου οὗτός ἐστι· καὶ αὐτὸς ἐρεῖ, Κύριος ὁ Θεός μου.

Malachi 3:2-3

2 καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποιὰ πλυνόντων. 3 Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον, καὶ καθαρίσει τοὺς υἱοὺς Λευὶ, καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον· καὶ ἔσονται τῷ Κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ.

Malachi 4:1

1 ΔΙΟΤΙ ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς, καὶ πάντες οἱ ποιοῦντες ἄνομα, καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα.

Cross Reference data is from OpenBible.info, retrieved June 28, 2010, and licensed under a Creative Commons Attribution License.